Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1688
Not analysed yet
ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.» Χάριτος τοίνυν καὶ φιλανθρωπίας ὁ στέφανος. Οὕτω καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐκ προσώπου τῆς νύμφης βοᾷ· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης ἐνέδυσέ με· ὡς νυμφίῳ περιέβαλέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.» Καὶ μετ' ὀλίγα, «Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.» Ταῦτα δὲ ἅπαντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα. Πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνην. εʹ. «Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου.» Ἐπειδή ἐστιν ἐπιθυμία ψεκτὴ, ἣν ὁ θεῖος νόμος ἀπαγορεύει, καλῶς τὸ ἐν ἀγαθοῖς προστέθεικε. Τὰς γὰρ ἀγαθὰς ἡμῶν ἐπιθυμίας ὁ Δεσπότης πληροῖ· «Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.» —»Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα ἐκ περισσοῦ προστεθήσεται ὑμῖν.» —«Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Ταύτην πάλιν τὴν νεουργίαν ἡμῖν ὁ Δεσπότης διὰ τοῦ παναγίου βαπτίσματος ἐδωρήσατο, καὶ τῆς ἁμαρτίας ἀποξύσας τὸ γῆρας, νέους ἀντὶ γεγηρακότων εἰργάσατο. Συνῳδὰ τούτοις διὰ Ἡσαΐου τοῦ προφήτου φησὶν ὁ Θεός· «Οἱ δὲ ὑπομένοντές με, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί.» Ἐπειδὴ γὰρ τοὺς θείους καὶ βασιλικοὺς δημιουργηθέντες ἐδεξάμεθα χαρακτῆρας, εἶτα τούτους ἠμαυρώσαμέν τε καὶ διεφθείραμεν τοῖς παντοδαποῖς τῆς ἁμαρτίας ἐπιτηδεύμασιν, ὑπισχνεῖται ἡμῖν ὁ προφητικὸς λόγος τὴν τῆς βασιλείας ἀνάκτησιν. Βασιλικὸς γὰρ οὗτος ὁ ὄρνις, καὶ τῶν πτηνῶν τὴν βασιλείαν πεπιστευμένος. Διδάσκει δὲ ἡμᾶς καὶ τῆς θείας φιλοτιμίας τὸν τρόπον. ϛʹ. «Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.» —»Οὐ γὰρ διὰ τὰς δικαιοσύνας, ἃς ἐποιήσαμεν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὑτοῦ, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου.» Καὶ θεασάμενος ἡμᾶς ἠδικημένους ὑπὸ τοῦ τῆς ἀληθείας ἐχθροῦ, ἡμῖν μὲν ἠνέῳξε τὰς τοῦ ἐλέου πηγὰς, κατ' ἐκείνου δὲ τὴν δικαίαν ἐξενήνοχε ψῆφον. ζʹ. «Ἐγνώρισε τὰς ὁδοὺς αὑτοῦ τῷ Μωσῇ· τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὑτοῦ.» Οὐκ ἐκ μεταμελείας δὲ ταύτην ἡμῶν ἐπραγματεύσατο τὴν σωτηρίαν· ἀλλ' ἄνωθεν ταῦτα διὰ τῶν προφητῶν προεθέσπισε, καὶ διὰ τοῦ θεσπεσίου Μωσοῦ τὴν ἡμετέραν ἐσκιογράφησε σωτηρίαν. Καὶ τοῦ παναγίου βα-