Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1689
Not analysed yet
πτίσματος ἡ θάλασσα τύπον ἐδέξατο· ἡ πέτρα δὲ τῶν ἀθανάτων κρουνῶν ἀπεφάνθη σκιά· τῆς ἐπουρανίου δὲ τροφῆς εἰκὼν τὸ μάννα. Καὶ τ' ἄλλα δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι, οὕτως ἔστιν εὑρεῖν παρ' ἐκείνοις ἐσκιογραφημένα. ηʹ. «Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος.» Τούτων δὲ, φησὶν, αἴτιον τῶν ἀγαθῶν ἡ τῆς θείας ἀγαθότητος ἄβυσσος, ὁ ἀμέτρητος ἔλεος, τῆς φιλανθρωπίας τὸ πέλαγος. θʹ, ιʹ. «Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.» Οὐκ ἠνέσχετο ταῖς ἡμετέραις ἁμαρτίαις μετρῆσαι τὴν τιμωρίαν, οὐδὲ ἐπὶ πλεῖστον καθ' ἡμῶν ἐκτεῖναι τὴν ἀγανάκτησιν. ιαʹ, ιβʹ. «Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὑτοῦ, ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθόσον ἀπέχουσιν Ἀνατολαὶ ἀπὸ Δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν.» Εἰ καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάντως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας φιλονεικῶν ἀγαθότητος· ἀλλ' οὐχ εὗρεν ὁ ἀνθρώπινος λογισμὸς, οὔτε οὐρανοῦ ὑψηλότερον μέτρον, οὔτε τοῦ μέσου τῆς ἑσπέρας καὶ τῆς ἑῴας μακρότερον. ιγʹ. «Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν.» Δημιουργὸς ὢν καὶ ποιητὴς, ἐμιμήσατο πατρὸς ἀγαθότητα, καὶ τὴν αὐτὴν περὶ τοὺς οἰκέτας, ἣν πατὴρ περὶ τοὺς παῖδας, φιλοστοργίαν ἐπέδειξεν. ιδʹ. «Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.» Οἶδε γὰρ ὁ δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν, οἶδε καὶ πόθεν διεπλάσθημεν, καὶ ποῦ πάλιν χωρήσομεν. ιεʹ. «Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει.» Οὐδὲν χόρτου καὶ ἄνθους διενηνόχαμεν, ὃ ἐν ἦρι μὲν τέθηλε μετὰ βραχὺ δὲ μαραίνεται καὶ διαῤῥεῖ. ιϛʹ. «Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὑτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὅτι πνεῦμα διέρχεται αὐτὸν, εἶτα οὐχ ὑπάρχει. —Πνεῦμα τὴν ψυχὴν λέγει· ἧς παρούσης καὶ ζῇ τὸ σῶμα, καὶ ἐνεργεῖ· ἀποπτάσης δὲ κατασβέννυται καὶ φθείρεται, ὡς μηδὲ τοὺς προτέρους ἐπιγινώσκεσθαι χαρακτῆρας, μηδὲ γινώσκεσθαι, ὡς τοῦτο τοῦ δεῖνος, ἐκεῖνο τοῦ δεῖνος τὸ σῶμα. Καὶ τοῦτο ἴδοι τις ἂν ἀκριβέστερον διακύψας εἰς τάφον· πάντα γὰρ ὁμοίως φθορᾶς γίνεται παρανάλωμα, καὶ τοὺς προτέρους χαρακτῆρας οὐ διασώζει.