Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1692
Not analysed yet
ιζʹ, ιηʹ. «Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν. Τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς.» Ἡ μὲν οὖν φύσις οὕτως ἐπίκηρος· ἡ δὲ θεία φιλανθρωπία τὸν μακρὸν αἰῶνα χαρίζεται βιοῦν, καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιοσύνης ἀντίδοσιν. Οὕτω τῷ Ἰηοῦ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καί τοι μηδὲ τελείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ' ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον. Οὕτω τῷ θεσπεσίῳ Δαβὶδ ἄσβεστον διετήρησε τὸν τοῦ γένους σπινθῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλαστηκότων. Τοῦτον δὲ, φησὶν, ὀρέξει τὸν ἔλεον τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ. Καὶ οὐχ ἁπλῶς μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, ἀλλ' ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμίζουσι βίον. ιθʹ. «Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὑτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει» Τοῦτο ἔοικε τοῖς ἐν ἑτέρῳ εἰρημένοις ψαλμῷ· «Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν.» Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τῇ κτίσει, ἅτε δὴ πάντων ὢν δημιουργὸς, καὶ βασιλεὺς, καὶ δεσπότης. κʹ. «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.» Εἰκότως τὰς ἀοράτους δυνάμεις εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλεσεν. Οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία φύσις ἀξίως ὑμνεῖν σε τὸν εὐεργέτην· αἱ δὲ ἀσώματοι καὶ αἱ ἅγιαι φύσεις, ἐλευθέραν ἔχουσαι παθημάτων ζωὴν, ἱκαναὶ πληροῦν τὰ θεῖα προστάγματα. καʹ. «Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ.» Πολλὰ καὶ διάφορα τῶν οὐρανίων τὰ τάγματα· Ἀρχαὶ γὰρ καὶ Ἐξουσίαι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Σεραφὶμ, καὶ Χερουβὶμ, καὶ ἕτερα ἡμῖν ὀνόματα ἄγνωστα, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος· ἀλλὰ πάντα διὰ τῶν δύο τούτων ὀνομάτων ὁ προφητικὸς συμπεριέλαβε λόγος. Ἀγγέλους μὲν γὰρ ἐκάλεσεν, ὡς τοῖς θείοις ὑπουργοῦντας προστάγμασι, καὶ τοὺς θείους λόγους διαπορθμεύοντας· Δυνάμεις δὲ, ὡς ἱκανὰς τὸ κελευόμενον πράττειν, καὶ τὸ δυνατὸν ἐν τῇ φύσει παρὰ τοῦ πεποιηκότος λαβόντας. κβʹ. «Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.» Οὐδὲ τοῦτο