Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1704
Not analysed yet
κδʹ. «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. πάντα ἐν σοφίᾳ ἐποίησας.» Ἕκαστον τῶν εἰρημένων λογισάμενος ὁ Προφήτης, καὶ τὴν πολλὴν τοῦ Θεοῦ κηδεμονίαν καταμαθὼν, ἐν μέσῳ τῆς διηγήσεως τὸν ὕμνον ἀνέπεμψε· θαυμαστὰ, καὶ λίαν ἀξιάγαστα, καὶ σοφίας μεστὰ φήσας εἶναι πάντα τοῦ Θεοῦ τὰ ποιήματα. Εὗρε γὰρ καὶ τὴν ὑπό τινων δυσσεβῶν διαβαλλομένην νύκτα σφόδρα χρησιμωτάτην, καὶ τὰ ἄκαρπα ξύλα χρείαν ἑτέραν εἰσφέροντα· καὶ τῶν θηρίων τὰ γένη εἰς πολλὰ τοῖς ἀνθρώποις ἁρμόδια. «Ἐπληρώθη ἡ γῆ τῆς κτήσεώς σου.» Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ κτίσεως τεθείκασιν· ἀντὶ τοῦ, Παντοδαπῶν αὐτὴν ἐνέπλησας ἀγαθῶν. Ἀπὸ μέντοι τῆς γῆς, καὶ πρὸς τὴν γείτονα θάλασσαν μεταβαίνει, καί φησιν· κεʹ. «Αὕτη ἡ θάλασσα, ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων.» Καὶ τοῦτο δὲ τῆς θείας Κηδεμονίας τεκμήριον· τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλίσκεσθαι. κϛʹ. «Ἐκεῖ πλοῖα διαπορεύονται.» Χρεία καὶ αὐτὴ τῶν ἀνθρώπων μεγίστη. Διὰ ναυπηγικῆς γὰρ τέχνης, καὶ κυβερνητικῆς ἐπιστήμης, παρ' ἀλλήλων κομιζόμεθα καὶ τὰ ἐνδέοντα καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ' ἐκείνοις γινόμενον. «Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Διὰ τοῦ δράκοντος τὰ μεγάλα παρεδήλωσε κήτη, ἃ τοῖς μεγάλοις πελάγεσιν ἐμφιλοχωρεῖ. Τὸ δὲ, «ἐμπαίζειν αὐτῷ,» ἀντὶ τοῦ, αὐτῇ τῇ θαλάσσῃ· ἀῤῥενικῶς γὰρ αὐτὴν ὁ Ἑβραῖος καὶ ὁ Σύρος καλεῖ. Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μύρια τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐτῇ νήχεται. Εἰ δέ τισι δοκεῖ καὶ ἀλληγορῆσαι τὸν δράκοντα, διὰ τὸ καὶ ἐν τῷ Ἡσαΐᾳ· «Τὴν μάχαιραν τὴν μεγάλην, καὶ τὴν ἁγίαν, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα χωρεῖν· τὸν ὄφιν τὸν σκολιὸν, τὸν ἐν τῇ θαλάττῃ·» οὐδὲ ἡμεῖς παραιτησόμεθα τὴν τοιαύτην διάνοιαν· ἐπειδὴ καὶ παρὰ τῷ Ἰὼβ εὑρίσκομεν τοῦτο τὸ ζῶον ἀπὸ τῶν θείων ἀγγέλων καταπαιζόμενον. Καὶ ὁ Κύριος ἐξουσίαν ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς, πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. κζʹ. «Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.» Παρὰ σοῦ, φησὶν, εἰς καιρὸν ἅπαντα τὴν χρείαν κομίζεται. Τὰ γὰρ ἄλογα ζητεῖ μὲν τὴν τροφήν· ἀγνοεῖ δὲ τὸν χορηγόν· δέχεται δὲ ὅμως ταύτην παρὰ τοῦ Ποιητοῦ. κηʹ. «Δόντος σου αὐτοῖς, συλλέξουσιν.» Σοῦ παρέχοντος τὴν ἀφθονίαν, τούτων ἕκαστον καρποῦται τὰ πρόσφορα. «Ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμ-