Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1705
Not analysed yet
παντα πλησθήσονται χρηστότητος.» Τὴν εὐκολίαν τῆς τῶν ἀγαθῶν χορηγίας διὰ τούτων ἐδήλωσεν. Ὥσπερ γὰρ εὐπετὲς εἴσω νενευκότας ἐκτεῖναι δακτύλους, οὕτω ῥᾴδιον τῷ Θεῷ τῶν ἀγαθῶν ἁπάντων δωρήσασθαι τὴν φοράν. κθʹ. «Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.» Καθάπερ δὲ πάσης ἐμφορεῖς θυμηδίας τοὺς τῶν ἀγαθῶν ἀπολαύοντας, ἐν εὐμενείᾳ ταῦτα δωρούμενος· οὕτως ἀποστρεφομένου σου, ταραχῆς ἅπαντα καὶ δέους ἐμπίπλαται. «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσι.» Σοῦ γὰρ βουλομένου, καὶ ὁ τῆς ψυχῆς καὶ ὁ τοῦ σώματος γίνεται χωρισμός· μεθ' ὃν τὸ σῶμα φθορᾷ παραδίδοται, καὶ εἰς τὸν πρόγονον ἀναλύεται χοῦν. Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν. λʹ. «Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ἐνταῦθα σαφῶς ἡμῖν τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν. Οὕτω δὲ καὶ Ἡλίας ὁ πάνυ τῆς χήρας τρὶς ἐμφυσήσας τῷ παιδαρίῳ, καὶ διὰ τῆς ἐνοικούσης πνευματικῆς χάριτος ἐπαναγαγὼν ζωήν· οὕτω καὶ Ἑλισσαῖος τὸν τῆς Σουμανίτιδος ἐζωοποίησε παῖδα, τῷ πνευματικῷ χρησάμενος ἐμφυσήματι, καὶ τῷ ζωοποιῷ πνεύματι πραγματευσάμενος τὴν ζωήν. Οὕτω τῆς θείας δυνάμεως, καὶ τήνδε τὴν ἐνέργειαν δείξας, εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν. λαʹ. «Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας.» Ἀεὶ, φησὶν, αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι δίκαιον. Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὑτοῦ.» Τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν διὰ τούτων ἐθέσπισε. Τῆς γὰρ προτέρας ἀπάτης τῶν ἀνθρώπων ἀπαλλαγέντων, καὶ δεξαμένων τοῦ Θεοῦ τὴν ἐπίγνωσιν, εὐφρανθήσεται Θεὸς, οὐ προσκυνούμενος, ἀλλὰ σωζομένους ὁρῶν. λβʹ. «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.» Εἰκότως ταῦτα προστέθεικε, τὸ ἀνενδεὲς διδάσκων τῆς θείας φύσεως. Οὐ γὰρ ὡς δεόμενος τέρπεται προσκυνούμενος· ἀλλ' ὡς σώζειν βουλόμενος, τὴν ἀλήθειαν δείκνυσι· καὶ κολάζειν δυνάμενος, οὐκ ἐπιφέρει τὴν κόλασιν· καί τοι μόνῃ τῇ ἐπιφανείᾳ σείων τὴν γῆν, καὶ πυρὸς καὶ καπνοῦ τὰ ὄρη πληρῶν. Τοῦτο δὲ καὶ ἐν τῷ Σινᾷ ὄρει πεποίηκε· τὴν οἰκείαν γὰρ ποιησάμενος ἐπιφάνειαν, τὸ ὄρος ἅπαν ἔδειξε καπνιζόμενον. λγʹ. «ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.» Καὶ ταῦτα εἰκότως προστέθεικεν. «Οὐ γάρ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων αὐτοῦ, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται