Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1708
Not analysed yet
αὐτῷ;» Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπαδοφορίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δαπανησάσαις. λδʹ. «Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου.» Τὴν διαλογὴν, διάλεξιν ὁ Σύμμαχος εἴρηκεν· ὁ δὲ Ἀκύλας, ὁμιλίαν. Εὔχομαι δὲ, φησὶ, ταύτην μου τὴν ὑμνῳδίαν ἡδίστην καὶ τερπνοτάτην ὀφθῆναι. «Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.» Τούτου γὰρ, φησὶν, γινομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι. λεʹ. «Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς· καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς.» Τὸ θεῖον κάλλος, καὶ τὸν ἄῤῥητον πλοῦτον ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐτῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν πάμπαν ἐκλεῖψαι συμμορίαν ἱκετεύει· οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀντιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα. Εἰ δέ τις ἑτέρως ταῦτα βούλεται νοεῖν τὰ ῥητὰ, ὡς τοῦ προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ὑποβάλλοντος ἀραῖς, καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν. Καὶ γὰρ ὁ μακάριος Παῦλος Κορινθίοις ἐπιστέλλων, τοιοῦτον ἀκροτελεύτιον τέθεικεν· «Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα.» Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων. «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.» Οἱ μὲν οὖν ὑμνεῖν τὸν τοσούτων ἀγαθῶν χορηγὸν οὐ βουλόμενοι, ἐκεῖνα πασχέτωσαν ἅπερ εἴρηκα· σὺ δὲ, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει Δημιουργὸν καὶ Σωτῆρα. ΕΡΜΗΝ. ΤΟΥ ΡΔʹ. ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὑμνεῖν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύεται τὸν τῶν ὅλων Θεόν· δηλοῖ δὲ καὶ ἡ ἐπιγραφή. Τὸ γὰρ ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύριον ἑρμηνεύεται. Ἀναμιμνήσκει δὲ τῶν πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέσεων, καὶ τῶν δι' ἐκείνους ὑπ' αὐτοῦ παρασχεθέντων ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις. Ἱκανὴ γὰρ καὶ τούτων κἀκείνων ἡ μνήμη, τοὺς τοσούτων εὐεργεσιῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι καὶ παραθῆξαι. Διδάσκει δὲ καὶ κατὰ ταυτὸν, καὶ τὸν νέον λαὸν, ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν. Ἐπειδὴ γὰρ Θεοῦ λαὸς ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας προμηθείας ἀπήλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο παντελῶς· διὰ τῶν προκειμένων ψαλμῶν διδάσκει πάντας ἀνθρώπους, ὅσα μὲν αὐτὸν εὐεργέτησε καὶ ἡλίκα, ὅπως δὲ ἀχάριστοι περὶ τὰς εὐεργεσίας ἐκεῖνοι γεγένην-