Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1709
Not analysed yet
ται· ὡς ἂν ὁμοῦ καὶ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύσοιεν. αʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ.» Τὸ δὲ ἐπικαλεῖσθε, κηρύσσητε ὁ Σύμμαχος εἴρηκε. Παρακελεύεται δὲ ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ διηγεῖσθαι τὰς θείας εὐεργεσίας. «Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ.» Δῆλόν ἐστι καὶ σαφὲς, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ, καὶ τοῖς ἔθνεσιν ἅπασιν πραγματεύεται. βʹ. «ᾌσατε αὐτῷ, καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.» Ὕμνοις αὐτὸν καὶ μελῳδίαις ἀμείβεσθε· καὶ τοὺς ἀγνοοῦντας διδάξατε τὰ παρ' αὐτοῦ γεγενημένα θαύματα. γʹ. «Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ.» Ὁ δὲ Ἀκύλας καυχᾶσθε ἀντὶ τοῦ ἐπαινεῖσθε τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος, μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ μέγα φρονεῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀποστόλος· «Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω.» Ταῦτα καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι, «Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὑτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὑτοῦ.» Καὶ, «Μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὑτοῦ, ἀλλ' ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.» —»Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.» Τῆς γὰρ εἰς τὸν Θεὸν ἐλπίδος εὐφροσύνη καρπός. δʹ. «Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε.» Καὶ διδάσκων πῶς δεῖ τοῦτο ποιεῖν, ἐπήγαγε· «Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.» Οὐ γὰρ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν, καὶ τὴν ὠφέλειαν καρποῦσθαι. Ἄμαχοι γὰρ οἱ ζητοῦντες ἔσονται, καὶ ἀήττητοι. Τοῦτο καὶ ὁ Κύριος νομοθετῶν ὑπηγγείλατο· «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.» εʹ. «Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ.» Μὴ παράδοτε λήθῃ τὰς ἀῤῥήτους θαυματουργίας, ἃς τῇ δικαίᾳ ψήφῳ κοσμήσας ὁ Δεσπότης εἰργάσατο. Κρίματα γὰρ ἐνταῦθα προσηγόρευσε τὰ ἐνδίκως ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύματα. Ἐπειδὴ γὰρ τῶν ἐν Αἰγύπτῳ γεγενημένων ποιεῖται διήγησιν, προδιδάσκει τῆς Αἰγυπτίων τιμωρίας τὸ δίκαιον. ϛʹ. «Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.» Τοὺς αὐτοὺς καὶ τοῦτο κἀκεῖνο