Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1712
Not analysed yet
καλεῖ, ὡς τοὺς μὲν ἀπογόνους, τοὺς δὲ υἱοὺς χρηματίσαντας. Ἐκλεκτοὺς δὲ προσηγόρευσεν ὡς παρὰ πάντα τὰ ἔθνη λαὸς κληθέντας Θεοῦ. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. ζʹ. «Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.» Ὁ γὰρ αὐτὸς ὢν ἁπάντων Θεὸς καὶ Κύριος, καὶ πάσης δεσπόζων τῆς οἰκουμένης, τούτους ἴδιον λαὸν προσηγόρευσεν. ηʹ. «Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς.» Τὸ διαρκὲς καὶ μόνιμον τῶν πρὸς τὸν Ἀβραὰμ γεγενημένων ὑποσχέσεων διὰ τούτων διδάσκει. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ὑπερβολικὸς ὁ λόγος· ἀλλ' ἀληθὴς καὶ θεῖος. Ὑπέσχετο δὲ ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη. Σπέρμα δὲ αὐτοῦ ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα· ὃς αἰώνιον ἔχει τὸ κράτος, καὶ τὴν βασιλείαν ἀνώλεθρον. Τοῦτο δὲ καὶ τῶν χιλίων γενεῶν ἡ μνήμη παραδηλοῖ. Οὐ γὰρ ἐτῶν ἀριθμὸν ὁ λόγος σημαίνει, ἀλλὰ τὸ διαρκὲς καὶ αἰώνιον τῶν γενεῶν τὸ πλῆθος αἰνίττεται. θʹ, ιʹ. «Ὅ τι διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὑτοῦ τῷ Ἰσαάκ. Καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον.» Τούτων τῶν ὅρκων καὶ ὁ θεσπέσιος ἐμνημόνευσε Μωσῆς· «Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς πρὸς Ἀβραὰμ, Κατ' ἐμαυτοῦ ὤμοσα, ἦ μὴν εὐλογῶν εὐλογήσω, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Τούτῳ τῷ ὅρκῳ καὶ τὸν Ἰσαὰκ ἀναμιμνήσκει· βεβαιοῖ καὶ πρὸς τὸν Ἰακὼβ τὰς συνθήκας· καὶ μέντοι καὶ πληροῖ ταύτας, διὰ μὲν Μωσοῦ τοὺς ἐκείνων ἐκγόνους τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας, διὰ δὲ Ἰησοῦ τοῦ Ναυῆ τὴν ἐπηγγελμένην γῆν ἀποδούς· τὸ δὲ τέλος τῆς ἐπαγγελίας διὰ τοῦ Δεσπότου συμπεράνας Χριστοῦ. ιαʹ. «Λέγων, Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν.» Σχοίνισμα τὴν τῆς γῆς ἐκάλεσε δεσποτείαν· τῶν κεκτημένων γὰρ ἴδιον μέτρῳ τὴν γῆν ὑποβάλλειν. ιβʹ. «Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ.» Ταῦτα δὲ, φησὶν, ὑπέσχετο τοῖς πατράσιν ὀλίγοις οὖσι, καὶ σφόδρα εὐαριθμήτοις· δηλοῖ δὲ διὰ τούτου τοῦ ὑπισχνουμένου τὴν δύναμιν· ὅτι καί τοι οὕτως ὀλίγοις τοσαύτης γῆς δεσποτείαν παρέχειν ἠδύνατο. ιγʹ. «Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον.» Παροικοῦντες γὰρ οἱ πατριάρχαι διετέλεσαν, καὶ οὐδὲ ἐφ' ἑνὸς ἱδρύμενοι