Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1713
Not analysed yet
τόπου· ἀλλὰ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ τὰς σκηνὰς μεταφέροντες. ιδʹ. «Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς.» Κρείττους γὰρ αὐτοὺς τῶν ἀδικιῶν πειραθέντων ἀπέφηνεν. «Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς.» ιεʹ. «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύσεσθε.» Οὕτω τὸν Φαραὼ ἤτασεν ἐτασμοῖς μεγάλοις καὶ φοβεροῖς περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Οὕτω νύκτωρ τὸν Ἀβιμέλεχ ἐξεδειμάτωσεν εἰρηκώς· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ· αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί. Οὕτω τὸν Ἰσαὰκ αἰδέσιμον τοῖς τηνικαῦτα τὴν Παλαιστίνην οἰκοῦσιν ἀπέφηνεν. Οὕτω φονῶντι τῷ Λάβαν ἠπείλησεν· «Ὅρα γὰρ, ἔφη, μὴ λαλήσῃς σκληρὰ κατὰ τοῦ παιδός μου Ἰακώβ.» Χριστοὺς δὲ προσαγορεύει, οὐχ ὡς ἐλαίῳ κεχρισμένους, ἀλλ' ὡς ἐκλεκτοὺς γενομένους. Προφήτην δὲ καὶ αὐτὸς ὁ Θεὸς τὸν Ἀβραὰμ προσηγόρευσεν· «Ἀπόδος γὰρ, ἔφη, τὴν γυναῖκα τῷ ἀνδρὶ, ὅτι προφήτης ἐστί· καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ.» ιϛʹ. «Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν.» Ἡ ἁμαρτία τὴν παιδείαν ἐφέλκεται· ἡ δὲ παιδεία τὸν θηριώδη βίον ἐλέγχει· ὁ δὲ ἔλεγχος τὴν τοῦ βίου μεταβολὴν πραγματεύεται. Τὸν τοίνυν λιμὸν ἐπήγαγε διὰ τὸν παράνομον βίον τῶν τηνικαῦτα ἀνθρώπων· ἀλλ' ὅμως καὶ οὕτω τῶν οἰκείων θεραπόντων ἐπεμελήθη. «Πᾶν στήριγμα ἄρτου συνέτριψεν.» Ἀντὶ τοῦ, Πᾶν διαθρέψαι δυνάμενον σπανίσαι πεποίηκεν· οὐ μόνον σῖτον, ἀλλὰ καὶ κριθὰς, καὶ ὄσπρια, καὶ τ' ἄλλα δι' ὧν βιοτεύουσιν ἄνθρωποι. ιζʹ. «Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ.» Ἀμφότερα κατὰ ταυτὸν ἐδήλωσε, καὶ τῶν ἀδελφῶν τὴν μοχθηρίαν, καὶ τὴν αὑτοῦ σοφίαν· τῇ γὰρ ἐκείνων εἰς δέον ἐχρήσατο πονηρίᾳ. Οὐ γὰρ αὐτὸς ἐκείνους ἠνάγκασεν ἀπεμπολῆσαι τὸν ἀδελφὸν, ἀλλὰ τῇ κακοηθείᾳ μὲν τῇ ἐκείνων ἐνδέδωκεν. Αὐτὸς δὲ εἰς δέον ταύτῃ χρησάμενος, βασιλέα τὸν δοῦλον ἀπέφηνε, καὶ τῷ γένει τὴν εἰς Αἴγυπτον κάθοδον ἐπρυτάνευσεν. Ἔδει γὰρ τοὺς λαὸν Θεοῦ μέλλοντας χρηματίζειν, περιφανεῖς γενέσθαι καὶ περιβλέπτους διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων θαυμάτων. Ἡ γὰρ εἰς αὐτοὺς γινομένη κηδεμονία τὸν τούτων Θεὸν ἀνεκήρυττε, καὶ τοὺς ἀκούοντας τῷ φωτὶ τῆς θεογνωσίας κατέλαμψεν. ιηʹ. «Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ.» Μετὰ γὰρ τὴν τῆς μοιχείας συκοφαντίαν, τὸ δεσμωτήριον ᾤκησε, καὶ παραυτίκα ὡς εἰκὸς περιέθηκαν αὐτῷ τὰ ἐκ σιδήρου δεσμά. Τοῦτο μέντοι ὁ Σύμμαχος οὕτως εἴρηκεν,