Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1716
Not analysed yet
Εἰς σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, ἀντὶ τοῦ, Μέχρι σφαγῆς ἐκινδύνευσεν. ιθʹ. «Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν.» Ταῦτα δὲ ὑπέμεινεν ἅπαντα χρυσοῦ δίκην δοκιμαζόμενος· οὐχ ἵνα τὸ ἀκίβδηλον τῆς τοῦ Ἰωσὴφ ἀρετῆς ὁ τῶν ὅλων μάθῃ Θεὸς, ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν· ἀλλ' ἵνα τοῖς ἄλλοις ἀνθρώποις τὴν ἐκείνου φιλοσοφίαν δείξῃ, καὶ ἀρχέτυπον ἀληθείας προθῇ. κʹ, καʹ. «Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτόν· ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὑτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὑτοῦ.» Καὶ τὴν ἀπὸ τῆς οἰκονομίας ὠφέλειαν δεικνὺς, ἐπήγαγε· κβʹ. «Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.» Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας τῷ βασιλεῖ γενόμενος, καὶ τὴν ἐξουσίαν λαχὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις μόνοις χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν αὐτὴν εὐσέβειαν ἐφελκόμενος. κγʹ. «Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ.» Αὕτη, φησὶν, ἡ πρόφασις ἐγένετο τῷ πατριάρχῃ τῆς εἰς Αἴγυπτον, ἐκδημίας. Γῆν δὲ Χὰμ τὴν Αἴγυπτον ὀνομάζει, ἐπειδὴ ὁ Μεσρὲμ υἱὸς τοῦ Χὰμ ἐγένετο δεύτερος. «Χὰμ γὰρ, φησὶν, ἐγέννησεν τὸν Χοὺς πρωτότοκον, καὶ Μεσρὲμ τὸν ἀδελφὸν αὐτοῦ.» Χοὺς δὲ τὴν Αἰθιοπίαν ἡ θεία καλεῖ Γραφὴ, Μεσρὲμ δὲ τὴν Αἴγυπτον, Ἰακὼβ δὲ καὶ Ἰσραὴλ τὸν αὐτὸν ὀνομάζει· τὸ μὲν γὰρ ἐκ τῶν πατέρων ἔλαχεν ὄνομα, τὸ δὲ ὁ Θεὸς αὐτῷ τέθεικε, τὴν γενομένην αὐτῷ θείαν ἐπιφάνειαν διὰ τῆς προσηγορίας δηλῶν. κδʹ. «Καὶ ηὔξησε τὸν λαὸν αὑτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ.» Τοῦτο καὶ τῆς Ἐξόδου ἡ ἱστορία διδάσκει. Ὅσῳ γάρ, φησὶν, ἐκάκουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγένοντο, καὶ ἐπλήθυνεν αὐτοὺς ἡ γῆ. κεʹ. «Μετέστρεψε τὴν καρδίαν αὐτῶν, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ.» Οὐκ αὐτὸς μεταβαλὼν τῶν Αἰγυπτίων τὴν γνώμην, ἀλλὰ τῷ αὐτεξουσίῳ παραχωρῶν· καὶ τὰς μὲν ἐπιβουλὰς μὴ κωλύων, κρείττους δὲ τῶν ἐπιβουλευόντων τοὺς ἐπιβουλευομένους δεικνύς. «Τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.» Ποτὲ μὲν ταῖς μαίαις ἐπέταξαν οἱ Αἰγύπτιοι διαφθείρειν τῶν Ἑβραίων τὰ ἄῤῥενα, ποτὲ δὲ τῷ ποταμῷ ταῦτα παραπέμπειν ἐκέλευσαν. Ἄλλ' ὅμως καὶ οὕτως τὸ γένος διέφυγε τοῦ θανάτου τὰ μηχανήματα. κϛʹ, κζʹ. «Ἀπέστειλε Μωσῆν τὸν δοῦλον αὑτοῦ, καὶ Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο αὐτοῖς τοὺς λόγους τῶν σημείων αὑτοῦ, καὶ τῶν