Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1717
Not analysed yet
τεράτων αὑτοῦ ἐν γῇ Χάμ.» Προβαλλόμενος γὰρ αὐτοὺς τῆς τῶν ὁμοφύλων ἐλευθερίας ὑπουργούς τε καὶ διακόνους, τὴν τῆς θαυματουργίας αὐτοῖς ἐνεχείρισε δύναμιν. κηʹ. «Ἐξαπέστειλε σκότος, καὶ ἐσκότασεν, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ.» Οὐκ ἀντεῖπον γὰρ οἱ μακάριοι θεράποντες τοῖς θείοις προστάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μακροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ καὶ νυκτὸς ζοφωδέστερον σκότος. Ἡ μὲν γὰρ νὺξ, κἂν ἀσέληνος ᾖ, τῇ αἴγλῃ τῶν ἀστέρων κεράννυται· ἐκεῖνο δὲ τὸ σκότος ψηλαφητὸν ἡ θεία καλεῖ Γραφή. κθʹ. «Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν.» Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα, ὥστε ἁπάντων διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη. λʹ. «Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους, ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν.» Ἐπειδὴ γὰρ τῷ ποταμῷ τὰ βρέφη τῶν Ἑβραίων παρέδοσαν, μετέβαλε μὲν εἰς αἷμα τοῦ ποταμοῦ τὸ ὕδωρ, τὴν ἐν αὐτῷ γεγενημένην μιαιφονίαν ἐλέγχων· βατράχους δὲ ἐκεῖθεν ἀναβλύσαι πεποίηκε, τοῖς ἀνῃρημένοις παραπλησίως βρέφεσιν ἕρποντας, καὶ ταῖς οἰκίαις ἐπεμβαίνοντας, καὶ ἄχρις αὐτῶν χωροῦντας τῶν τοῦ βασιλέως θαλάμων. λαʹ. «Εἶπε, καὶ ἦλθε κυνόμυια, καὶ σκνίπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν.» Ἠκολούθει γὰρ τοῖς λεγομένοις τὰ ἔργα· καὶ παραυτίκα Θεοῦ μὲν κελεύοντος, Μωσοῦ δὲ λέγοντος, καὶ κυνόμυια, καὶ σκνίπες ἐπλήρουν τὴν γῆν, τοὺς Αἰγυπτίους ὅρους οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώποις τὴν λύμην ἐπιφέροντες, ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες. Τοῦτο γὰρ σημαίνει τὸ, «Ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν·» ἀντὶ τοῦ, Ἔξω τῶν Αἰγυπτίων ὅρων οὐδὲν τοιοῦτον γινόμενον ἦν ἰδεῖν. λβʹ, λγʹ. «Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν.» Τὰ νέφη μὲν γὰρ τὰς συνήθεις ὠδῖνας ἐνήλλαξε, καὶ ἀντὶ ὄμβρων χάλαζαν ἀπεκύησε· κεραυνοὶ δὲ, καὶ πρηστῆρες, μετὰ τῆς χαλάζης ἐφέροντο, καὶ ἐναντίαι ἀλλήλαις φύσεις ὕδωρ καὶ πῦρ ἀλλήλας οὐκ ἐλυμαίνοντο. Οὔτε γὰρ τὸ πῦρ τὸ πεπηγὸς ὕδωρ τῆς χαλάζης ἐξέτηκεν, οὔτε τὸ ὕδωρ κατεσβέννυ τὴν φλόγα· ἀλλὰ τὴν φυσικὴν ἀποθέμενα μάχην, σύμφωνον Αἰγυπτίοις τὴν παιδείαν ἐπῆγον, καὶ τὴν ἐκείνων θηριωδίαν διήλεγχον· ὅτι ἄνθρωποι ὄντες οὐκ ᾐδοῦντο τὴν φύσιν, ἀλλὰ