Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1720
Not analysed yet
τοὺς ὁμοφυεῖς πικρῶς δουλεύειν ἠνάγκαζον. Τούτου δὲ χάριν, καὶ αἱ ἄμπελοι, καὶ αἱ συκαῖ αὐτῶν, καὶ τ' ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ' αὐτῶν διεφθείρετο. λδʹ, λεʹ. «Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός. Καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν [καὶ κατέφαγε πάντα τὸν καρπὸν τῆς γῆς αὐτῶν].» Διὰ μὲν τῆς χαλάζης καὶ τοῦ πυρὸς τὰ δένδρα διέφθειρε, διὰ δὲ τῆς ἀκρίδος καὶ τοῦ βρούχου, τὰ ἕλη, τοὺς λειμῶνας τὰ λήϊα· οὐ γὰρ μόνον τὸν καρπὸν, ἀλλὰ καὶ τὸν χόρτον αὐτῶν κατηνάλωσεν. λϛʹ. «Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν.» Ταύτην Αἰγυπτίοις ἐπήγαγε τελευταίαν πληγήν· μεθ' ἢν ἐξελθεῖν τοὺς Ἰουδαίους κατέπειξεν· ἅπασα ἡ οἰκία θρήνων καὶ ὀλοφύρσεων ἐπέπληστο, τῶν πρωτοτόκων ἁπάντων ἀθρόαν τελευτὴν δεξαμένων. Κατὰ γὰρ τῶν ποθεινοτέρων ἐπήγαγε τὴν πληγὴν, πικροτέραις βάλλων ἀκῖσι τοὺς ἀναλγήτως περὶ τὰς προτέρας διατεθέντας πληγάς. λζʹ. «Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ.» Ἐπειδὴ γὰρ οὐδὲ τὰ οἰκεῖα λαβεῖν οἱ Αἰγύπτιοι τοῖς Ἑβραίοις ἐπέτρεπον, πρὸς τοῖς οἰκείοις ἔλαβον καὶ τῶν Αἰγυπτίων τὸν πλοῦτον, οἷόν τινα μισθὸν τῆς χαλεπῆς δουλείας κομισάμενοι τὸν χρυσὸν καὶ τὸν ἄργυρον· οὐ γὰρ ἀδίκως τοῦτο γενέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦντας παιδεύων, καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν. «Καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν.» Τῶν γὰρ τοῖς Αἰγυπτίοις ἐπαγομένων πληγῶν οὐκ ἐλάμβανον πεῖραν. ληʹ. «Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἔπεσεν ὁ φόβος αὐτῶν ἐπ' αὐτούς.» Οὕτω δὲ ταῖς παντοδαπαῖς ἐξεδειματώθησαν τι μωρίαις, ὡς καὶ εὐεργεσίαν οἰκείαν νομίσαι τὴν τῶν Ἑβραίων ἐλευθερίαν. λθʹ. «Διεπέτασε νεφέλην εἰς σκέπην αὐτῶν, καὶ πῦρ τοῦ φωτίσαι αὐτοὺς τὴν νύκτα.» Ἡ γὰρ αὐτὴ νεφέλη σκηνὴ μὲν αὐτοῖς μεθ' ἡμέραν ἐγένετο, καὶ τῆς ἀκτῖνος ἐκώλυε τὸ λυποῦν· νύκτωρ δὲ πυροειδὴς αὐτοῖς γινομένη, τοῦ φωτὸς αὐτοῖς ἐχορήγει τὴν χρείαν. μʹ. «ᾜτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς.» Ἐπειδὴ γὰρ καὶ κρεῶν ὠρέχθησαν, παρέσχεν αὐτοῖς καὶ θήραν ὀρνίθων αὐτόματον, καὶ δεηθεῖσιν ἄρτων ἄνωθεν ἐχορήγησε τούτους, διὰ τῶν νεφελῶν οὐχ ὑετὸν, ἀλλ' αὐτὴν δωρησάμενος τὴν τροφήν. μαʹ. «Διέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.» Ἐθερά-