Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1721
Not analysed yet
πευσε δὲ αὐτῶν καὶ τὸ δίψος ταῖς παραδόξοις ὠδῖσι τῆς πέτρας. Ἐν ἀνύδρῳ γὰρ γῇ, καὶ νοτίδος ἐστερημένῃ, ποταμοὺς ἀναβλῦσαι προσέταξε· ποταμοὺς δὲ καλεῖ τῶν ἀναδοθέντων ἐκ τῆς πέτρας ὑδάτων τοὺς ὀχετούς. μβʹ, μγʹ. «Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὑτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὑτοῦ. Καὶ ἐξήγαγε τὸν λαὸν αὑτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὑτοῦ ἐν εὐφροσύνῃ.» Τούτων δὲ πάντων αὐτοῖς μετέδωκε, τὰς πρὸς τὸν Ἀβραὰμ γεγενημένας ὑπ' αὐτοῦ ἐπαγγελίας πληρῶν. μδʹ. «Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν.» Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας, ἀλλὰ καὶ τῶν Χαναναίων αὐτοῖς ἐδωρήσατο γῆν, καὶ τῶν ἀλλοτρίων πόνων δεσπότας ἀπέφηνε· καὶ ἐκείνους κολάσας ἐνδίκως, καὶ τὰς οἰκείας ἐμπεδώσας ἐπαγγελίας. Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς πρώην τὴν Παλαιστίνην οἰκοῦντας, διδάσκει μὲν καὶ δι' ὧν Ἰουδαίοις ἐνομοθέτησε, φεύγειν κελεύσας τῆς ἐκείνων πολιτείας τὴν μίμησιν. Διδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παροικεῖν ἐπὶ πλεῖστον ἐᾷ. «Οὔπω γὰρ, φησὶν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν·» ἀντὶ τοῦ, Οὐδέπω πανωλεθρίας τετολμήκασιν ἄξια· καὶ οὐ δίκαιον αὐτοῖς τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐδὲ τῇ προγνώσει τῆς μείζονος ἁμαρτίας τῆς τιμωρίας τὴν ψῆφον ἐξενεγκεῖν, ἀλλὰ ἀναμεῖναι τῶν πραγμάτων τὸ τέλος. Μέτρῳ γὰρ χρῶμαι, καὶ σταθμῷ πρυτανεύω, καὶ οὐδὲν ἀστάθμητον παρ' ἐμοί. Διὰ τοῦτο τετρακοσίων ἐτῶν ἀναμένω περίοδον. Οὕτω κἀκείνους ἐξέβαλε, καὶ τούτοις ἐπαγγελίας ἀπέδωκεν. μεʹ. «Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.» Δέδωκε δὲ αὐτοῖς, φησὶν, ἣν ἐπηγγείλατο γῆν, νόμον αὐτοῖς δεδωκὼς, καὶ κατὰ τοῦτον βιοτεύειν κελεύσας. ΕΡΜΗΝ. ΤΟΥ ΡΕʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἐν μὲν τῷ ρʹ καὶ δʹ ψαλμῷ τὰς θείας ὁ προφητικὸς λόγος διεξῆλθεν εὐεργεσίας· ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται, καὶ τὰς τῶν εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς διαφόρως τιμωρίας διδάσκει. Ἐσχημάτισται δὲ ὡς ἐκ προσώπου τῶν εὐσεβεστέρων, τὰς κοινὰς ὀλοφυρομένων συμφορὰς, καὶ φειδοῦς τυχεῖν ἀντιβολούντων. αʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Καὶ ἐπὶ ταῖς προτέραις εὐεργεσίαις τὸν Δεσπότην ὑμνήσατε, καὶ τὰς χρηστοτέρας ἐλπίδας προσμείνατε. Ἀγαθὸς γὰρ καὶ φιλάνθρωπος ὁ Δεσπότης, καὶ ἀεὶ τῷ ἐλέῳ διατελεῖ