Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1733
Not analysed yet
μʹ—μβʹ. «Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὑτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὑτοῦ. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς. Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.» Ταῦτα καὶ ἡ τῶν Κριτῶν ἱστορία διδάσκει, καὶ μέντοι καὶ ἡ τῶν Βασιλειῶν συγγραφή. Ποτὲ μὲν γὰρ Μωαβίταις, ποτὲ δὲ Ἀμμανίταις, ἄλλοτε δὲ Ἀμαλακίταις, καὶ Μαδιηναίοις, καὶ Ἀλλοφύλοις παρέδωκε, τῇ παιδείᾳ τὴν ὠφέλειαν καρπούμενος. μγʹ. «Πλεονάκις ἐῤῥύσατο αὐτούς· αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὑτῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὑτῶν.» Ἐπάγων γὰρ τὴν παιδείαν πάλιν μετεδίδου φιλανθρωπίας· οἱ δὲ αὐτὸν τοῖς ἐναντίοις ἠμείβοντο. μδʹ. «Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν.» Ταῦτα καὶ αἱ ἱστορίαι διδάσκουσι· καὶ ὅτι ἐδεήθησαν τοῦ Θεοῦ ἀπὸ τῆς ἀνάγκης ὠθούμενοι· καὶ ὅτι δεηθέντες ἠκούσθησαν. μεʹ. «Καὶ ἐμνήσθη τῆς διαθήκης αὑτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέου αὑτοῦ.» Διὰ γὰρ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας τὸν ἔλεον ἐχορήγησε· μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται· ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει, καὶ φιλανθρωπίαν ὀρέγει. μϛʹ. «Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς, ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς.» Οὕτω τὸν Κύρον κατέθελξεν, καὶ εἰς ἔλεον ἔκαμψε, καὶ δοῦναι τοῖς δορυαλώτοις τὴν ἐλευθερίαν πεποίηκε. μζʹ. «Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.» Καὶ ταῦτα δηλοῖ, ὡς ὁ προφητικὸς αὐτοὺς διδάσκει λόγος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τῆς παρ' αὐτοῦ κηδεμονίας τυχεῖν. Καὶ ὁ θεσπέσιος δὲ Ἀπόστολος τὴν ἐσομένην Ἰουδαίοις σωτηρίαν διὰ Ἠλιοῦ τοῦ Θεσβίτου προηγόρευσεν· «Ἥξει ἐκ Σιὼν, φησὶν, ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.» Οὐ μὲν τὴν οἰκοδομίαν τῆς Ἱερουσαλὴμ προσμεῖναι δεῖ, κατὰ τοὺς μύθους τῶν ἀνοήτων, καὶ τὴν κατὰ νόμον λατρείαν, καὶ τὰς ἀλόγους θυσίας, καὶ περιτομὴν, καὶ σάββατον, καὶ σκιώδη περιῤῥαντήρια μετὰ τὸ πανάγιον βάπτισμα· ταῦτα γὰρ γραϊδίων μεθυόντων παραληρήματα· ἀλλὰ κλῆσιν καὶ ἐπίγνωσιν ἀληθείας, καὶ πίστιν εἰς τὸν Δεσπότην Χριστὸν, καὶ τῆς καινῆς διαθήκης τὴν πολιτείαν.