Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1736
Not analysed yet
μηʹ. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.» Ὑμνητὸς γὰρ ἐπὶ πᾶσι τῶν ὅλων ὁ Κύριος, ὁ τοῦ Ἰσραὴλ χρηματίσας Θεὸς, ὁ τοσαῦτα τῆς τῶν ἀνθρώπων ἕνεκα πραγματευσάμενος σωτηρίας. Προσήκει δὲ τὸν λαὸν ἅπαντα τὸ Ἀμὴν τῇ τῶν ὑμνούντων ἐπιφέρειν φωνῇ. Τὸ γὰρ Γένοιτο, γένοιτο, Ἀμὴν καὶ ἀμὴν, ὁ Ἑβραῖος καλεῖ. Ὅθεν καὶ τὸ ἔθος ἐν ταῖς Ἐκκλησίαις μεμένηκε τὸ τῇ δοξολογίᾳ τοῦ ἱερέως διὰ τοῦ Ἀμὴν συντίθεσθαι τὸν λαὸν, καὶ τὴν ἐντεῦθεν κοινωνίαν προσφέρειν, καὶ τὴν εὐλογίαν λαμβάνειν. ΕΡΜΗΝ. ΤΟΥ Ρϛʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Πολλάκις ἀπεδείξαμεν, ὅτι σκιὰ τῆς καινῆς ἡ παλαιὰ διαθήκη· οὐδὲν δὲ ἧττον καὶ ἐκ τοῦδε τοῦ ψαλμοῦ ῥᾴδιον τοῦτο καταμαθεῖν. Τήν τε γὰρ Ἰουδαίων ἐλευθερίαν θεσπίζει, καὶ τὴν πάντων ἀνθρώπων σωτηρίαν προαγορεύει. Ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους ἀκολουθίαν. Ὁ μὲν γὰρ τέταρτος καὶ ἑκατοστὸς διήγησιν ἔχει τῶν ὑπὸ τοῦ Θεοῦ πρὸς τοὺς πατριάρχας γεγενημένων ἐπαγγελιῶν, καὶ τῶν τοῖς ἐκείνων ἐκγόνοις παρασχεθεισῶν δωρεῶν. Ὁ δὲ μετὰ ἐκεῖνον, πρὸς ταῖς εὐεργεσίαις, καὶ τὴν Ἰουδαίων ἀχαριστίαν ἐδίδαξε, καὶ τὰς δι' ἐκείνην ἐπενεχθείσας τιμωρίας αὐτοῖς. Οὗτος δὲ προαγορεύει τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν διὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν γεγενημένην. Ἐπειδὴ δὲ καὶ ἐν ἐκείνοις ἐσκιογράφηται τὰ ἡμέτερα, ὁρῶμεν δὲ καὶ ἐν τῷδε τῷ ψαλμῷ τῆς ἡμετέρας σωτηρίας τὰ θεσπίσματα· μᾶλλον ἡμῖν ἢ ἐκείνοις ἁρμόττει τῆς προφητείας τὸ πλεῖστον. αʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Πάλιν ὑμνεῖν ὁ προφητικὸς παρακελεύεται λόγος τὸν εὐεργέτην Θεόν· αἰτίαν δὲ τῆς ὑμνῳδίας τὴν φιλανθρωπίαν εἶναί φησιν. βʹ. «Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ.» Καὶ Ἰουδαίους ὑμνεῖν ἔδει τῆς Βαβυλωνίων ἐλευθερωθέντας δουλείας· καὶ ἡμᾶς ἀεὶ προσήκει τοῦτο ποιεῖν, τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντας. γʹ. «Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς· ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης.» Τοῦτο ἐπὶ μὲν Ἰουδαίων οὕτω γεγενημένον οὐ μεμαθήκαμεν. Κατὰ πᾶσαν γὰρ τὴν οἰκουμένην ἐσκεδασμένοι διάγουσι. Τὴν δὲ ἐξ ἐθνῶν Ἐκκλησίαν ἐν ἅπασι τῆς οἰκουμένης τοῖς τμήμασιν, ἑῴοις τε καὶ ἑσπερίοις, νοτίοις τε καὶ ἀρκτῴοις, ἐκάλεσε καὶ συνήθροισε· καὶ τοὺς τοιούτους συλλόγους πανταχοῦ γῆς καὶ θαλάττης ἔστιν ἰδεῖν. Ἐπὶ μέντοι Ἰουδαίων ἀμυδρῶς τοῦτο γεγένηται· τινῶν μὲν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, ὀλίγων δέ τινων κατ' ἐκείνου τοῦ καιροῦ συλλεγέντων ἐξ Αἰγύπτου, καὶ τῶν πλησιοχώρων ἐθνῶν.