Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1737
Not analysed yet
δʹ. «Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ.» Καὶ Βαβυλὼν ἔρημος καὶ ἄνυδρος· ἔρημος γὰρ ὑπῆρχε τοῦ Θεοῦ· καὶ τῆς πνευματικῆς ἀρδείας, δουλεῦον ἐκείνῃ, ἐστέρητο τῶν Ἰουδαίων τὸ πλῆθος· καὶ οἱ ἐξ ἐθνῶν πεπιστευκότες ὡσαύτως ἐν ἐρήμῳ καὶ ἀνύδρῳ διῆγον, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ὄντες, φησὶν ὁ θεῖος Ἀπόστολος. «Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον.» Οὔτε γὰρ Ἰουδαῖοι διαφυγεῖν τοὺς ἀνδραποδίσαντας ἴσχυον, καὶ τὴν οἰκείαν πατρίδα καταλαβεῖν· οὔτε οἱ ἐξ ἐθνῶν πεπιστευκότες, πρὸ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως τὴν ἐπὶ τὴν θείαν πόλιν ἄγουσαν εὗρον ὁδόν. Πόλιν ἐνταῦθα νοητέον τὴν εὐσεβῆ πολιτείαν· εʹ. «Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν.» Θείας διδασκαλίας λιμὸς καὶ τούτους κἀκείνους ἐπίεζεν. Ἰουδαῖοι μὲν γὰρ ἐν Βαβυλῶνι δουλεύοντες, καὶ ἱερέων ἐστέρηντο, καὶ τὴν κατὰ νόμον λατρείαν πληροῦν οὐκ ἠδύναντο. Τὰ δὲ ἔθνη πάλιν οὔτε νόμον θεῖον ἐδέδεκτο, οὔτε πνευματικῆς διδασκαλίας ἀπήλαυε, δι' ὧν αἱ ψυχαὶ πεφύκασι τρέφεσθαι. Τοῦτον μέν τοι τὸν λιμὸν Ἰουδαίοις ἠπείλησεν ὁ Θεός· «Ἐπάξω γὰρ, ἔφη, λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.» ϛʹ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς.» Τῶν μὲν Ἰουδαίων οἱ εὐσεβέστεροι τῷ Θεῷ τὴν ἱκετείαν προσήνεγκαν· καὶ τοῦτο ἡμᾶς καὶ ἡ τοῦ Δανιὴλ προφητεία διδάσκει. Καὶ αὐτὸς γὰρ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, ὑπὲρ πάντων ποτνιώμενοι, τὸν θεῖον ἐζήτησαν ἔλεον. Τὰ δὲ ἔθνη ἔστενε μὲν ταῖς παντοδαπαῖς προσπαλαίοντα συμφοραῖς, καὶ οἰμωγαῖς, καὶ θρήνοις ἀπαραμυθήτοις ἐκέχρηντο, τῆς ἀναστάσεως οὐκ ἔχοντα τὴν ἐλπίδα, οὐ μὲν τὴν λύσιν τῶν κατεχόντων δεινῶν ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἐζήτησαν. Εἶδε δὲ ὅμως στένοντας ὁ φιλάνθρωπος, καὶ τὸν ἔλεον ὤρεξεν. ζʹ. «Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.» Ἰουδαίοις μὲν γὰρ διὰ Κύρου τοῦ Πέρσου τὴν ἐπάνοδον ἐδωρήσατο· τὰ δὲ ἔθνη διὰ τῶν ἁγίων ἐποδήγησεν ἀποστόλων, καὶ τὴν ἄνω πόλιν ὑπέδειξε, τὴν ἐν ὄρεσιν ἁγίοις τοὺς θεμελίους ἔχουσαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. ηʹ. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ τὰ τεράστια αὐτοῦ τὰ εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τὸν μέν