Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1740
Not analysed yet
τοι χαριστήριον ὕμνον οὐχ ὁ ἔλεος τῷ Θεῷ προσφέρει, οὔτε μὲν τὰ θαυμάσια, ἀλλ' οἱ τῶν τοσούτων ἀγαθῶν ἀπολαύσαντες. Θαυμαστὴ μὲν γὰρ καὶ ἀξιάγαστος καὶ Ἰουδαίων ἐλευθερία· θαυμασιωτέρα δὲ καὶ ἀξιαγαστοτέρα τῆς οἰκουμένης ἡ σωτηρία, καὶ ἡ ἐπὶ τὸ κρεῖττον μεταβολὴ, καὶ τῆς πλάνης ἡ παῦλα, καὶ τῆς ἀληθείας ἡ γνῶσις. Τούτων δὲ πάντων ὁ θεῖος πρόξενος ἔλεος. «Οὐ γὰρ διὰ τὰς δικαιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως.» θʹ, ιʹ. «Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ.» Καὶ Ἰουδαίους δουλείᾳ καὶ κακουχίᾳ συνεζευγμένους, καὶ λιμῷ τηκομένους, τῶν κατεχόντων δεινῶν ἠλευθέρωσε· καὶ ἅπασαν ἀνθρώπων τὴν φύσιν ταῖς θείαις διδασκαλίαις διέθρεψε, καὶ τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώσας, τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε, καὶ τὴν ἐπικειμένην τοῦ θανάτου σκιὰν ἀπεσκέδασε, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα καὶ διέῤῥηξε τὰ ἰσχυρὰ τῆς ἁμαρτίας δεσμά. «Σειραῖς γὰρ, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται.» Καί· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὑτῶν ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὑτῶν.» ιαʹ, ιβʹ. «Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν.» Τούτων δὲ πάντων αἴτιον τῶν ἀλγεινῶν, καὶ Ἰουδαίοις, καὶ μέντοι καὶ πᾶσιν ἀνθρώποις, ἡ ἁμαρτία· κἀκεῖνοι γὰρ δίκας τίνοντες ἐξεδόθησαν τῇ Βαβυλωνίων δουλείᾳ· καὶ πάντες ἄνθρωποι, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς, ὑπεβλήθησαν τῇ τῶν πόνων ταλαιπωρίᾳ. Μετὰ ταῦτα γὰρ ἤκουσεν Ἀδὰμ, «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Τοσαύταις περιστοιχιζόμενοι συμφοραῖς λύσιν οὐδεμίαν εὕροντο τῶν ἐπικειμένων κακῶν, ἀλλ' ὁ ταύταις αὐτοὺς συγκληρώσας, αὐτὸς καὶ τὴν τούτων ἀπαλλαγὴν ἐδωρήσατο. Φησὶ γάρ· ιγʹ, ιδʹ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν.» Οἰκτείρας γὰρ καὶ τούτους κἀκείνους, τοὺς μὲν τῶν