Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1752
Not analysed yet
σάμενος· ὄρθρον δὲ καλεῖ, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν. Ἐξ ἐκείνου γὰρ ἀνέτειλε τῆς ἀληθείας τὸ φῶς· ἐξ ἐκείνου κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν τοῖς ἁπάντων ἀνθρώπων στόμασιν ὁ μακάριος ᾄδει Δαβὶδ, καὶ τὰς θείας εὐεργεσίας ὑμνεῖ. εʹ. «Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.» Νικᾷ τῶν οὐρανῶν τὰ κύτη τοῦ σοῦ ἐλέους τὸ μέγεθος· πανταχόσε τῆς σῆς ἀληθείας αἱ ἀκτῖνες διέδραμον. Καὶ ἤδη δὲ εἰρήκαμεν, ὡς νεφέλας τοὺς προφήτας, καὶ τοὺς ἀποστόλους, καὶ τοὺς διδασκαλικῆς χάριτος τετυχηκότας καλεῖ. Διὰ τούτων γὰρ, ὥσπερ διά τινων νεφελῶν, τὴν πνευματικὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρει· δι' αὐτῶν τὰ ἀληθῆ μεμαθήκαμεν δόγματα. ϛʹ. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Τοῦτο καὶ ὁ μακάριος ἔφησεν Ἀββακούμ· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» Τοῦτο καὶ ὁ μακάριος Δαβὶδ ἐν τῷ ὀγδόῳ ἔφη ψαλμῷ· «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Τὸ οὖν, ὑψώθητι, ἀντὶ τοῦ, δείχθητι ὑψηλὸς, καὶ πάντων ὑπέρτερος, καὶ πᾶσα ἡ γῆ μαθέτω τὴν σὴν δόξαν. ζʹ. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Δείξει δέ σου πᾶσιν ἀνθρώποις τὴν δύναμιν τῶν τῆς σῆς οἰκειώσεως ἀξιωθέντων ἡ σωτηρία· δέξαι μου τοίνυν τὴν ἱκετείαν, καὶ τὴν σὴν ὄρεξον δεξιάν. Δεξιὰν δὲ καλεῖ τὴν ἀγαθὴν ἐνέργειαν. ηʹ. «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὑτοῦ.» Ἀντὶ τοῦ, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος. «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Οὗπερ ᾔτησεν ὁ προφήτης ἀπήλαυσεν· ἐπειδὴ εἶπεν· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς,» ἀποκρίνεται λέγων ὁ Δεσπότης, Ὑψωθήσομαι. Εἶτα δείκνυσι καὶ τὸν τρόπον. «Διαμεριῶ Σίκιμα.» Πόλις δὲ αὕτη κατ' ἐξαίρετον τῷ Ἰωσὴφ δεδομένη. Ἀλλὰ καὶ τὴν κοιλάδα τὴν ἔρημον γενομένην, καὶ ποιμένων δεξαμένην σκηνὰς, ἄνωθεν οἰκητόρων πληρώσω, καὶ διανεμηθῆναι τοῖς ἐπανελθοῦσι παρασκευάσω. θʹ. «Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς, καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου.» Οἰκειώσομαι γὰρ οὐ μόνον τὸν Μανασσῆ, ἀλλὰ καὶ τὴν ἐκείνου χώραν. Γαλαὰδ γὰρ, ὄνομα τόπου, Μανασσῆς δὲ προσηγορία φυλῆς. Ἀλλὰ καὶ τῷ Ἐφραῒμ τὴν προτέραν ἀποδώσω δύναμιν· τὸν μέν τοι Ἰούδαν πασῶν τῶν φυλῶν