Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1753
Not analysed yet
βασιλεύειν παρασκευάσω, Μετὰ γὰρ τὴν ἐπάνοδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί. Ὁ δὲ Ζοροβάβελ, καὶ τούτων κἀκείνων ἡγεῖτο. Κυρίως δὲ καὶ ἀληθῶς ὁ Δεσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, ἁπάσης βασιλεύει τῆς κτίσεως. ιʹ. «Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.» Τοσαύτην δὲ τῷ ἐμῷ λαῷ παρέξω ἰσχὺν, ὥστε καὶ τῶν ἀλλοφύλων κρατῆσαι, καὶ Μωαβίτας καὶ Ἰδουμαίους ὑπηκόους λαβεῖν. Ἀκριβέστερον δὲ ταῦτα ἐν τῷ νʹ καὶ θʹ ψαλμῷ ἡρμηνεύσαμεν. ιαʹ, ιβʹ. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ, ὁ Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς;» Ἡδονῆς ἐμπλησθεὶς ὁ προφήτης τῇ τῶν ἀγαθῶν προῤῥήσει, ἱμείρεται ἰδεῖν καὶ τὴν καταλυθεῖσαν πόλιν οἰκοδομηθεῖσαν, καὶ τοὺς Ἰδουμαίους τοῖς Ἰουδαίοις δουλεύοντας. Ταῦτα δὲ, φησὶν, οὐδεὶς ἕτερος παρασχεῖν ἱκανὸς, ἢ σὺ μόνος, ὁ νῦν ἡμᾶς ἀπωσάμενος, καὶ δουλεύειν κελεύσας. «Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ μὴ προελθὼν, Θεὲ, ἐν τοῖς στρατεύμασιν ἡμῶν. Οὐ γὰρ ἡττήθημεν πώποτε, σοῦ στρατηγοῦντος, καὶ τῆς φάλαγγος ἡγουμένου. «γʹ. «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.» Παῦσον τοίνυν τὰ λυπηρὰ, καὶ τὴν σὴν ῥοπὴν ὄρεξον. Οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν. Πᾶσα γὰρ ἡ παρ' ἀνθρώπων συμμαχία, σοῦ μὴ συνεργοῦντος, ματαία καὶ ἄχρηστος. ιδʹ. «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.» Διά τοι τοῦτο τὴν σὴν ἐπικαλούμεθα πρόνοιαν· διὰ ταύτης γὰρ μόνης περιγενέσθαι τῶν δυσμενῶν δυνησόμεθα. ΕΡΜΗΝ. ΤΟΥ ΡΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαβίδ.» Τὸ σωτήριον πάθος, καὶ τὴν Ἰουδαίων μανίαν, καὶ τὴν Ἰούδα προδοσίαν, οὗτος ὁ ψαλμὸς προθεσπίζει. Ποδηγεῖ δὲ ἡμᾶς ἐπὶ τήνδε τὴν διάνοιαν καὶ ὁ μέγας Πέτρος δημηγορῶν, καὶ τῆς τοῦ Ἰούδα προδοσίας κατηγορῶν, καὶ τῆς προφητείας τὴν ἀπόδειξιν ἐντεῦθεν ποιούμενος. Μηδεὶς δὲ, ἀκούων τοῦ Κυρίου νομοθετοῦντος εὐλογεῖν τοὺς διώκοντας, ἐναντίαν ἡγείσθω τοῦ νομοθέτου τὴν προφητείαν. Οὐδὲ γὰρ ἐνταῦθα ἐπαρώμενος ὁ προφητικὸς διέξεισι λόγος, ἀλλὰ τὰς ἐσομένας, καὶ Ἰουδαίοις, καὶ τῷ Ἰούδᾳ, τιμωρίας προλέγων. Ἐσχημάτισται δὲ ὡς εὐκτικὸν τὸ προαγορευτικὸν τοῦτο, ὡς ἐπὶ τὸ πολὺ σύνηθες πανταχοῦ τῇ θείᾳ Γραφῇ.