Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1756
Not analysed yet
βʹ. «Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη.» Ἀνθρωπίνως ὁ Δεσπότης ταῦτα λέγει Χριστός. Ὡς ἄνθρωπος γὰρ εὔχεται, τῆς ἀνθρωπίνης φύσεως τὰ μέτρα πληρῶν· ὡς δὲ Θεὸς, τῶν εὐχομένων γνησίως προσδέχεται τὰς εὐχάς. Ὕμνον δὲ τὸ πάθος καλεῖ. Καὶ γὰρ ἐν τοῖς θείοις Εὐαγγελίοις δόξαν αὐτὸ προσαγορεύει. «Ἐλήλυθε γὰρ, φησὶν, ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Στόμα δὲ ἁμαρτωλοῦ, καὶ στόμα δολίου, τὸν Ἰούδαν ὠνόμασεν· οὗτος γὰρ κρύβδην ἐποιήσατο πρὸς Ἰουδαίους τὰς τῆς προδοσίας συνθήκας. γʹ. «Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με.» Ἀπὸ τοῦ Ἰούδα μετήνεγκε τὸν λόγον ἐπὶ ὅλον τὸ τῶν Ἰουδαίων συνέδριον. Οὗτοι γὰρ τῷ φθόνῳ δουλεύοντες τὸν ἄδικον ἐτύρευσαν θάνατον. «Καὶ ἐπολέμησάν με δωρεάν. [δʹ.] Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με.» Οὐ γὰρ μόνον κακοῦ τινος οὐκ ἐπειράθησαν παρ' ἐμοῦ, ἀλλὰ καὶ μυρίων ὅσων ἀπήλαυσαν ἀγαθῶν· ὑπὲρ ὧν ἀγαπᾷν ὀφείλοντες, τὰ δυσμενῶν ἔδρασαν. «Ἐγὼ δὲ προσηυχόμην.» Καὶ τούτου μάρτυς τῶν ἱερῶν Εὐαγγελίων ἡ ἱστορία. Τῷ ἰκρίῳ γὰρ σταυροῦ προσηλωμένος ἐβόα· «Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» εʹ. «Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ ἀγαπήσεώς μου.» Ἐγὼ μὲν οὖν αὐτοὺς εὐεργεσίαις ἐπέκλυσα· αὐτοὶ δέ με τοῖς ἐναντίοις ἠμείψαντο. ϛʹ. «Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ.» Τὸ κατάστησον, ἀντὶ τοῦ καταστήσεις· καὶ στήτω, ἀντὶ τοῦ σταθήσεται· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ θεῖος ἐδίδαξεν εὐαγγελιστής. Ὁ μὲν γὰρ θεσπέσιος ἤρετο Ἰωάννης, τίς εἴη ὁ προδότης· ὁ δὲ Κύριος εἶπεν· «ᾯ ἐὰν ἐμβάψας τὸ ψωμίον ἐπιδώσω, αὐτός ἐστι· καὶ βάψας, φησὶν, ἀπέδωκεν αὐτὸ Ἰούδᾳ· καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς,» εὐτρεπεῖς εὑρὼν τὰς εἰσόδους. Αὐθαίρετος γὰρ πρὸς Ἰουδαίους ἀπελθὼν, τῆς προδοσίας ἐποιήσατο τὰς συνθήκας, καὶ πολλαῖς μετὰ ταῦτα εὐεργεσίαις ἐπικλυσθεὶς ἀγνώμων μεμένηκεν. Ἑκὼν τοιγαροῦν σύνοικον ἐδέξατο τὸν πολέμιον. ζʹ. «Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδικασμένος [ἀντὶ τοῦ, ἐξελεύσεται]. Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν [ἀντὶ τοῦ, γενήσεται].» Πάσης γὰρ ἀπολογίας ἔρημος ὁ προδότης. Διὸ κρινόμενος κατακρίνεται, καὶ ἡ προσφερομένη ὑπ' αὐτοῦ προσευχὴ* τὴν κατηγορίαν αὔξει. Οὐ γὰρ ἠγνόει τὸν εὐεργέτην, ἀλλὰ καὶ τῶν θείων ἀπήλαυσε