Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1757
Not analysed yet
λόγων, καὶ θαυμάτων μεγίστων οὐ μόνον αὐτόπτης, ἀλλὰ καὶ αὐτουργὸς ἐγένετο, παρ' αὐτοῦ τὴν ἐξουσίαν λαβών. ηʹ. «Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.» Καὶ αὕτη ἡ πρόῤῥησις τὸ τέλος ἐδέξατο· αὐτὸς γὰρ παραχρῆμα τὸν διὰ τῆς ἀγχόνης ὑπέμεινε θάνατον, καὶ ὁ Ματθίας ἀντὶ ἐκείνου ταχθεὶς τὸν τῶν ἀποστόλων ἐπλήρωσεν ἀριθμόν. θʹ. «Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα.» Ταῦτα οὐ τῷ Ἰούδᾳ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἀπίστοις συνέβη Ἰουδαίοις. Ὀλίγων γὰρ μετὰ τὸν σταυρὸν διελθόντων ἐτῶν, ἀνάστατον ἅπαν τὸ γένος ἐγένετο· καὶ οἱ μὲν ἀνῃρέθησαν, αἱ δὲ τούτων γυναῖκες μετὰ τῶν παίδων ἐξηνδραποδίσθησαν. Τοῦτο μὲν καὶ ὁ προφητικὸς ηὔξατο λόγος. ιʹ. «Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, καὶ ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὑτῶν.» Ἢ κατὰ τοὺς ἄλλους, ἐκ τῶν ἐρειπίων αὑτῶν. Καυθεισῶν γὰρ τῶν οἰκιῶν, καὶ οἰκοπέδων, ἢ ἐρειπίων γενομένων, οἱ μὲν ἀνῃρέθησαν τῶν οἰκητόρων, οἱ δὲ ἀπηνέχθησαν δορυάλωτοι. ιαʹ. «Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ.» Ὁ δὲ Σύμμαχος οὕτως· Συγκρούσαι πράκτωρ πάντα τὰ ὑπάρχοντα αὐτῷ. Πράκτορες δὲ καὶ οἱ Ῥωμαίων βασιλεῖς, τὸν ἐπικείμενον εἰσπραττόμενοι φόρον. Οὗτοι δὲ τὰ Ἰουδαίων διήρπασαν ἅπαντα, ἀκριβῶς ἐρευνήσαντες, ὡς καὶ τὰ κεκρυμμένα εὑρεῖν τε καὶ σφετερίσασθαι. «Καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. [ιβ.] Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ.» Τούτων δὲ γινομένων, καὶ τῶν πολεμίων τὰ τούτοις προσήκοντα διανεμομένων, οὐδεὶς αὐτοῖς ἐπίκουρος ἔσται, οὐδὲ φειδοῦς αὐτῶν οἱ παῖδες ἀξιωθήσονται. ιγʹ. «Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ.» Τεσσαράκοντα γὰρ οὐ διελθόντων ἐνιαυτῶν, πανωλεθρίαν ὑπέμεινεν ὁ Ἰουδαίων λαὸς, καὶ οὐκ ἔτι καθ' ἑαυτοὺς πολιτεύονται, οὐδὲ οἰκείους ἔχουσι βασιλεῖς τε καὶ ἄρχοντας, οὐδὲ πολυθρύλλητον ἐκείνην μητρόπολιν, οὐδὲ τὴν κατὰ νόμον ἐπιτελοῦσι λατρείαν, ἀλλὰ φροῦδα πάντα ἐκεῖνα, καὶ ἡ κιβωτὸς, καὶ αἱ πλάκες, καὶ τὰ τῶν Χερουβὶμ ἐκτυπώματα, καὶ τὸ ἱλαστήριον, καὶ ἡ λυχνία, καὶ τὸ θυσιαστήριον, καὶ ἡ ἀρχιερατικὴ στολὴ, καὶ τὰ ἄλλα πάντα ὅσα θεόσδοτα παρ' αὐτοῖς καὶ περίβλεπτα. ιδʹ. «Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη.» Πατέρων ἀρετὴ πολλάκις καὶ πλημ-