Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1760
Not analysed yet
μελήσαντας ὤνησε παῖδας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἀβραὰμ ἡ πίστις, ὡς τὸν Σολομῶντα τοῦ Δαβὶδ ἡ εὐσέβεια. Πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπαύξει τὴν τιμωρίαν· οὐδεμία γὰρ οὐδαμόθεν εὑρίσκεται φειδοῦς ἀφορμή. Τοῦτο τοίνυν καὶ ὁ προφητικὸς ἔφη λόγος, ὅτι Ἰουδαῖοι τὴν πανωλεθρίαν ὑπομένοντες πρὸς ταῖς οἰκείαις ἀσεβείαις τῇ μνήμῃ τῶν πατρῴων κακῶν φανήσονται βδελυρώτεροι. Πατέρας δὲ αὐτῶν καλεῖ τοὺς ἐν τῇ ἐρήμῳ τῇ δυσσεβείᾳ χρησαμένους, τοὺς ἐπὶ τῶν Κριτῶν, τοὺς ἐπὶ τῶν Βασιλέων, τοὺς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον παρανομίᾳ συζήσαντας· μητέρα δὲ τὴν Ἱερουσαλὴμ ἔφη· ἐν ᾗ τῆς κατὰ τοῦ Δεσπότου Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μύσος. Τοῦτο γὰρ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔφη· «Ὅπως ἂν ἐπέλθῃ ἐπὶ τὴν γενεὰν ταύτην πᾶν αἷμα ἀθῶον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου, οὗ ἐφόνευσαν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.» Πάντων γὰρ κατὰ ταυτὸν τίσουσι δίκας. ιεʹ. «Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.» Πάντα γὰρ, φησὶ, τὰ ὑπ' αὐτῶν τολμηθέντα παράνομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει φειδοῦς, ἀλλὰ πανωλεθρίᾳ παραδώσει. Καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς οὐ περὶ μόνου τοῦ Ἰούδα, ἀλλὰ περὶ πάντων ἠπιστηκότων ταῦτα διῆλθεν. Ἀπὸ γὰρ ἑνικοῦ προσώπου, ἐπὶ τὸ πληθυντικὸν τὸν λόγον μετήνεγκεν. Οὐκέτι γὰρ εἶπεν αὐτοῦ, ἀλλ' αὐτῶν. ιϛʹ, ιζʹ. «Ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα, καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.» Ταῦτα δὲ, φησὶ, πείσονται, ἀπηνῶς καὶ θηριωδῶς τῇ μιαιφονίᾳ χρησάμενοι, καὶ τὸν πάσῃ χρησάμενον μετριότητι καὶ πραότητι μέχρι θανάτου διώξαντες. Τούτοις καὶ Ἀπόστολος μαρτυρεῖ λόγοις, καὶ αὐτὸς ὁ Δεσπότης· ὁ μὲν Ἀπόστολος βοῶν· «Ὃς δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν·» καὶ πάλιν· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·» ὁ δὲ Κύριος νῦν μέν φησι· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·» νῦν δέ· «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» ιηʹ. «Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐ-