Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1761
Not analysed yet
τοῦ.» Ἐνταῦθα σαφῶς τὸ εὐκτικὸν μεταβέβληκε σχῆμα, καὶ προαγορευτικῶς ἀμφότερα τέθεικεν, ὅτι καὶ τὴν κατάραν ἣν ἠγάπησαν λήψονται, καὶ τῆς εὐλογίας, ἣν λαβεῖν οὐκ ἠθέλησαν, στερηθήσονται. «Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον.» Ἀντὶ τοῦ, ταύτῃ πανταχόθεν περιεστοίχισται. «Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ.» Οὐ γὰρ μόνον ἔξωθεν, ἀλλὰ καὶ ἔνδοθεν περίκεινται τὰ κακὰ, καὶ ὑπὸ τούτων δίκην ὕδατος περικλύζονται. Εἶτα ἐπειδὴ τὸ ὕδωρ ἀρδεύει μὲν τὸ σῶμα καὶ βρέχει, οὐκ ἔχει δὲ μόνιμον τὴν ὑγρότητα, ἐπήγαγεν· «Καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὑτοῦ.» Τὸ γὰρ ἔλαιον ἐπὶ πλεῖστον ἐπιμένει τῷ σώματι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπενεχθήσεται φορὰ κακῶν, τοῦ μὲν ὕδατος τὴν σφοδρότητα, τοῦ δὲ ἐλαίου μιμουμένη τὸ μόνιμον. ιθʹ. «Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται· καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται.» Πανταχόθεν, φησὶ, τοῖς προειρημένοις κακοῖς, καὶ ὡς ἐσθῆτι καλυπτέσθω, καὶ ὡς ζωστῆρι σφιγγέσθω. κʹ. «Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου.» Οἱ δὲ ἄλλοι, τῶν ἀντικειμένων, ἡρμήνευσαν. «Καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.» Τούτους τρυγήσουσι τοὺς καρποὺς, καὶ οἱ τὸ πρὸς ἐμὲ μῖσος ἀναδειξάμενοι, καὶ ὁ τούτοις ὑπουργήσας προδότης. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν καὶ παράνομον ἐκάλουν, εἰκότως εἶπε· «Τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου.» καʹ. «Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετὰ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου.» Καὶ ταῦτα ἀνθρωπίνως εἴρηκεν ὁ Δεσπότης Χριστός· πάντα γὰρ τὰ ἀνθρώπεια πλὴν ἁμαρτίας πεπλήρωκεν. Ἐτέχθη γὰρ καὶ κατὰ τὸν νόμον φύσεως, καὶ ὑπὲρ τὸν νόμον τῆς φύσεως. Τὸ μὲν γὰρ ἐκ γυναικὸς, τῆς ἀνθρωπίνης φύσεως· ὑπὲρ ταύτην δὲ, τὸ ἐκ Παρθένου. Ἐδέξατο σπάργανα καὶ περιτομὴν, καὶ τὴν ἐκ γάλακτος τροφὴν, καὶ θυσίας προσήνεγκεν, ἐνήστευσε, καὶ ἐπείνασεν, ἐδίψησε, καὶ ἐκοπίασεν. Οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται. Καὶ ἐνταῦθα τοίνυν ἀνθρωπίνως τὴν θείαν ἐπικαλεῖται βοήθειαν. κβʹ. «Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.» Τοῦτο καὶ ὑπ' αὐτοῦ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἰρημένον εὑρίσκομεν. Μέλλων γὰρ προσιέναι τῷ πάθει, εἶπε· «Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην.»