Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1764
Not analysed yet
κγʹ. «Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες.» Διὰ τούτων τὸν θάνατον παρεδήλωσε. Σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην ἀκρίδων ὑπ' ἀνέμων ῥιπιζομένων, καὶ τῇδε κἀκεῖσε περιφερομένων, διετέλεσα· οὐ πόλιν ἔχων, οὐ κώμην, οὐκ οἰκίαν· ἀλλὰ ποτὲ μὲν εἰς ταύτην, ποτὲ δὲ εἰς ἐκείνην, ἄλλοτε δὲ εἰς ὄρη μεταβαίνων, καὶ εἰς τὴν ἔρημον τρέχων. κδʹ. «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον.» Οὐ γὰρ ἀνειμένον καὶ ἁβροδίαιτον ἐβιότευσα βίον, ἀλλ' ἀπέριττον, καὶ κατεσκληκότα, καὶ αὐχμηρόν. Καὶ μάρτυρες οἱ τῆς ἱερᾶς αὐτοῦ μαθητείας ἀξιωθέντες, καὶ οἱ κρίθινοι ἄρτοι, οὓς ἐπεφέροντο, καὶ οἱ τιλλόμενοι στάχυες, καὶ ταῖς χερσὶ τριβόμενοι διὰ πείνην. Τὸ δὲ, «Ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον,» Ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Καὶ ἡ σάρξ μου ἠλλοιώθη ἀπὸ ἀναλειφίας. κεʹ. «Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς, εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὑτῶν.» Καὶ τοῦτο τέλους τετύχηκεν. Ὁρῶντες αὐτὸν ἐπὶ τοῦ σταυροῦ, κινοῦντες τὰς κεφαλὰς, ἔλεγον, «Οὐὰ, ὁ καταλύων τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Ἄλλοι δὲ ἔλεγον· «Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.» κϛʹ, κζʹ. «Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν.» Μαθέτωσαν, φησὶν, ὡς οὐκ ἄκοντά με παρέδοσαν τῷ σταυρῷ, ἀλλὰ τῆς σῆς τοῦτο ἔργον οἰκονομίας. Διὰ γὰρ τοῦ ἐμοῦ πάθους ἐβουλήθης τοῖς ἀνθρώποις τὴν ἀπάθειαν δωρήσασθαι· χεῖρα δὲ καλεῖ τοῦ Θεοῦ τὴν ἐνέργειαν. κηʹ. «Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις.» Μέχρι καὶ τήμερον διέμειναν Ἰουδαῖοι ταῖς κατὰ τοῦ Σωτῆρος χρώμενοι βλασφημίαις, ἀλλὰ ἐκείνων βλασφημούντων περιφανέστερον ὁσημέραι τὸ κήρυγμα γίνεται. «Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.» Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν τὸν ψαλμὸν ἀναγκάζει. Ἀκούομεν γὰρ καὶ τοῦ θεσπεσίου Παύλου λέγοντος, ὅτι «Ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Καὶ αὐτὸς δὲ διὰ Ἡσαΐου βοῶν οὕτως λέγει· «Ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ·» καὶ μετ' ὀλίγα·» Τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις οὕτως ἔφη· «Ὥσπερ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε