Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1765
Not analysed yet
διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν.» Ὁ δοῦλος τοίνυν τῆς ληφθείσης φύσεως ὄνομα· οὐκ ἐπειδὴ δουλεύει ἐκείνῃ (πῶς γὰρ ἥγε τῷ Θεῷ συνημμένη Λόγῳ, καὶ τῶν ἁπάντων δεξαμένη τὴν δεσποτείαν;) ,ἀλλ' ἵνα δειχθῇ τῆς φύσεως αὐτῆς τὸ ἴδιον. Οὐκ ἀξιώματος τοίνυν ἐνταῦθα τὸ, δοῦλος, ἀλλὰ φύσεως δηλωτικόν. κθʹ. «Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὑτῶν.» Πάλιν τοὺς ἐνδιαβάλλοντας οἱ λοιποὶ ἀντικειμένους ἡρμήνευσαν. Μαρτυρεῖ δὲ τῇ προφητείᾳ τὰ πράγματα. Ἐν αἰσχύνῃ γὰρ ἐκεῖνοι διηνεκεῖ, καὶ ταύτην ἀμπέχονται καθάπερ τι περιβόλαιον. λʹ. «Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν.» Κεφαλὴ τῆς Ἐκκλησίας ὁ Δεσπότης καλεῖται Χριστὸς, καὶ σῶμα αὐτοῦ χρηματίζει τῆς Ἐκκλησίας ὁ σύλλογος· οἰκεῖον δὲ ὕμνον τὸν ταύτης ὕμνον καλεῖ. λαʹ. «Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.» Τοῦτο καὶ ἐν τῷ ιεʹ εἴρηκε ψαλμῷ· «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.» Ἀχώριστον γὰρ ἡ θεία φύσις ποιησαμένη τὴν ἕνωσιν, παρῆν μὲν τῇ ἀνθρωπείᾳ φύσει, συνεχώρει δὲ πάσχειν, τῶν ἀνθρώπων πραγματευομένη τὴν σωτηρίαν. Ῥᾴδιον μὲν γὰρ ἦν αὐτῷ, ἀθάνατον αὐτὴν ἣν ἀνέλαβεν ἀπεργάσασθαι φύσιν. Ἐπειδὴ δὲ σωτηρία ἦν τοῦ κόσμου τὸ πάθος, συνεχώρησε γενέσθαι τὸ πάθος, μετὰ τὸ πάθος τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας μετέδωκε. Καὶ βλάβην μὲν αὐτὸς ἐκ τῶν ταύτης παθῶν οὐδεμίαν ἐδέξατο, τῆς δὲ οἰκείας αὐτὴν ἐπλήρωσε δόξης, καὶ σὺν αὐτῇ βασιλεύει, καὶ τῶν ἁπάντων κρατεῖ. Ἡνίκα δὲ φθαρτὴν εἶχεν αὐτὴν τὴν φύσιν, ἀνθρωπίνως ἅπαντα, πλὴν ἁμαρτίας, συνεχώρει καὶ πάσχειν καὶ φθέγγεσθαι. ΕΡΜΗΝ. ΤΟΥ ΡΘʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Τὸ περὶ τοῦ σωτηρίου πάθους ἐν τῷ προτεταγμένῳ προθεσπίσας ψαλμῷ, προαγορεύει τὴν μετὰ τὸ πάθος ἀνάληψιν τοῦ Σωτῆρος. Μέμνηται δὲ τοῦ προοιμίου τοῦ ψαλμοῦ καὶ ὁ θειότατος Πέτρος ἐν ταῖς Πράξεσι. Λέγει δὲ οὕτως· «Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανοὺς, λέγει δὲ αὐτός· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Καὶ αὐτὸς δὲ ὁ Κύριος, ὁρῶν τοὺς Φαρισαίους ἄλλας περὶ Χριστοῦ δόξας ἔχοντας, πεῦσιν αὐτοῖς τοιάνδε προσήνε-