Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1768
Not analysed yet
γκε· «Τί ὑμῖν δοκεῖ περὶ Χριστοῦ; τίνος ἐστὶν υἱός;» Εἰρηκότων δὲ ἐκείνων, Τοῦ Δαβὶδ, ἀπεκρίνατο, «Πῶς οὖν Δαβὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου;» Εἶτα ἐπισυλλογίζεται· «Εἰ οὖν Δαβὶδ καλεῖ αὐτὸν ἐν πνεύματι Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;» Τοῦτο δὲ ἔφη, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν τοῦ Δαβὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς. Τὸ μὲν γὰρ υἱὸν εἶναι τοῦ Δαβὶδ τὸν Χριστὸν ὡμολόγουν οἱ Φαρισαῖοι· ὅτι δὲ καὶ Κύριος ἦν τοῦ Δαβὶδ, ἠγνόουν παντάπασι. Τὸ λεῖπον τοίνυν προστίθησιν, οὐ τὸ ὁμολογούμενον ἀναιρεῖ, διδάσκων ὡς ὁ αὐτὸς καὶ υἱὸς αὐτοῦ κατὰ σάρκα, καὶ Κύριος αὐτοῦ ὡς Θεὸς καὶ δημιουργός. Σαφῶς τοίνυν ὁ μακάριος Δαβὶδ τὴν τοῦ Δεσπότου Χριστοῦ κηρύττει θεότητα, καί φησιν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.» Εἰ Δαβὶδ ὁ βασιλεὺς, καὶ εὐσεβὴς βασιλεὺς ὁ καὶ προφητικῆς χάριτος ἠξιωμένος, Κύριον ἑαυτοῦ καλεῖ τὸν Δεσπότην Χριστόν· οὐκ ἄρα μόνον ἄνθρωπος κατὰ τὴν Ἰουδαίων ἄνοιαν, ἀλλὰ καὶ Θεὸς, ὡς τοῦ Δαβὶδ δημιουργός τε καὶ Κύριος. Καὶ τὸ κοινὸν δὲ τῶν ὀνομάτων τὴν ταυτότητα τῆς οὐσίας δηλοῖ. Κύριος γὰρ Κυρίῳ λέγει, καὶ οὐ Κύριος κτίσματι, οὐδὲ Κύριος ποιήματι· «Κάθου ἐκ δεξιῶν μου.» Μέγα μὲν οὖν καὶ τοῦτο· καὶ οὐ μόνον ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ καὶ ὑπὲρ ἅπασαν τὴν κτίσιν. Πλὴν ἀνθρωπίνως καὶ αὐτὸ εἴρηται. Ὡς γὰρ Θεὸς, ὁ Υἱὸς αἰώνιον ἔχει τὸν θρόνον· «Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὐ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸ πάθος, ταύτης ὡς Θεὸς τιμῆς ἠξιώθη· ἀλλ' ἔλαβεν ὡς ἄνθρωπος, ὅπερ εἶχεν ὡς Θεός. Οὐ γὰρ ταπεινὸς ὢν ὑψώθη, ἀλλ' ὕψιστος ὢν, καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Διὸ καὶ ὁ εὐαγγελιστὴς βοᾷ· «Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Καὶ αὐτὸς δὲ ὁ Κύριός φησιν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καὶ ἀλλαχοῦ· «Δόξασόν με, σὺ Πάτερ, τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι.» Ὡς ἄνθρωπος τοίνυν ἀκούει· Κάθου ἐκ δεξιῶν μου·» ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸ κράτος. «Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἐχθροὶ διαφερόντως μὲν ὁ διάβολος, καὶ οἱ τούτου διάκονοι δαίμονες, πρὸς δὲ τούτοις καὶ οἱ τοῖς θείοις αὐτοῦ κηρύγμασιν ἀντιπίπτοντες, Ἰουδαῖοι καὶ Ἕλληνες. Τὸ δὲ ἕως, οὐ χρόνου σημαντικὸν, ἀλλ' ἰδίωμα τῆς θείας Γραφῆς. Οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ Θεὸς, «Ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι.» Δῆλον δὲ ὅτι οὐ συμπεριορίζεται τὸ εἶναι τοῦ Θεοῦ τῷ γήρει τῶν ἀνθρώπων.