Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1769
Not analysed yet
Εἰ γὰρ περὶ οὐρανοῦ καὶ γῆς φησιν ὁ προφήτης, «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·» καὶ πάλιν· «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι·» πολλῷ μᾶλλον, ἀνθρώπων καὶ γηρώντων καὶ τελευτώντων, διαμένει τῶν ὅλων ὁ Δεσπότης. Τοῦτο ἔοικε τῷ ἀποστολικῷ ἐκείνῳ ῥητῷ· «Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.» Οὐδὲ γὰρ ἐνταῦθα τὸ ἄχρις οὗ χρόνου δηλωτικόν· ποῖον γὰρ ἂν ἔχοι λόγον, ἔτι μέν τινων ἀντιλεγόντων βασιλεύειν αὐτὸν, μετὰ δὲ τὴν ἁπάντων ὑποταγὴν ἀφαιρεῖσθαι τὴν βασιλείαν; Καὶ μὲν Δανιὴλ ὁ προφήτης, μετὰ τὴν τῶν θηρίων ἀναίρεσιν, αὐτὸν ἔφη βασιλεύειν εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι τέλος. Πῶς δὲ καὶ οἱ ἅγιοι συμβασιλεύουσιν, ἢ τίνι συμβασιλεύουσι, τοῦ τὴν βασιλείαν ὑποσχομένου ἀποτιθεμένου τὴν βασιλείαν; Οὐκ οὖν τὸ ἕως οὗ χρόνου δηλωτικὸν, ἀλλὰ κατὰ ἰδίωμα τῆς θείας κεῖται Γραφῆς. βʹ. «Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.» Ἡ μὲν ἐξ Ἰεσσαὶ ῥάβδος ἐκ Βηθλεέμ· «Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα Θεοῦ.» Καὶ τὰ ἑξῆς δὲ τοῦ σωτηρίου σταυροῦ τῆς ῥάβδου τὸ κράτος δηλοῖ. Δι' ἐκείνου γὰρ πᾶσαν ὑπέταξε τῶν ἀντιπάλων τὴν φάλαγγα· ἐν δὲ τῇ Σιὼν οὗτος ἐπάγη. «Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.» Οὐ γὰρ ἐξ οὐρίων ἐφέροντο τῶν θείων Εὐαγγελίων οἱ κήρυκες, ἀλλ' ὑπὸ Ἑλλήνων καὶ βαρβάρων πολιορκούμενοι, καὶ τοῖς τῆς δυσσεβείας περικλυζόμενοι ῥεύμασιν, ἐκράτουν τῶν δυσμενῶν, καὶ τοὺς πλείστους μετέβαλλον, καὶ οἷόν τινας αἰχμαλώτους προσῆγον τῷ βασιλεῖ, καὶ τούτου δουλείαν ἀσπάζεσθαι παρεσκεύαζον. γʹ. «Μετὰ σοῦ ἡ ἀρχὴ ἐν τῇ ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου.» Ἀνώλεθρον ἔχεις τὸ κράτος· διαφερόντως δὲ τοῦτο δεικνύσεις ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, καθ' ἣν λαμπροὺς καὶ περιφανεῖς τοὺς ἁγίους ἀποφανεῖς. Ἡμέραν γὰρ δυνάμεως τὴν δευτέραν τοῦ Σωτῆρος ἐκάλεσεν ἐπιφάνειαν, καθ' ἣν ἥξει μετὰ τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρός. Τότε δὲ καὶ οἱ ἅγιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν. «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.»