Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1772
Not analysed yet
Ἐνταῦθα καὶ τῆς θεότητος αὑτοῦ τὸ μεγαλοπρεπὲς ἀπεκάλυψε. Καὶ ὁ εἰρηκὼς αὐτῷ Κύριος· «Κάθου ἐκ δεξιῶν μου,» τὸ ὁμοούσιον ὁμολογεῖ, καὶ τὸ ταυτὸν κηρύττει τῆς φύσεως. Τὸ μὲν γάρ· «Πρὸ ἑωσφόρου,» τὸ πρὸ χρόνων αὐτὸν καὶ πρὸ αἰώνων εἶναι δηλοῖ. Τὸ δέ· «Ἐκ γαστρὸς,» τὸ ταυτὸν τῆς οὐσίας διδάσκει. Οὐ γὰρ ἑτέρωθεν, φησὶν, ἀλλ' ἐκ τῆς ἐμῆς γεγένησαι φύσεως· τῆς γαστρὸς δηλονότι παραβολικῶς νοουμένης. Καθάπερ γὰρ ἐκ γαστρὸς τίκτουσιν ἄνθρωποι, καὶ τὰ τικτόμενα τοῖς γεννήσασι τὴν αὐτὴν ἔχει φύσιν· οὕτως ἐξ ἐμοῦ γεγένησαι, καὶ τοῦ γεγεννηκότος ἐν σεαυτῷ τὴν οὐσίαν δεικνύεις. δʹ. «Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἀκριβῶς ταῦτα ἡρμήνευσεν ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, καὶ τὸ τῆς ἀρχιερωσύνης ταύτης ἀπέραντον ἔδειξε, τῷ τὴν μὲν Λευϊτικὴν ἱερωσύνην οὐ μεθ' ὅρκου τὰς ἐπαγγελίας δεδέχθαι, ταύτην δὲ ὅρκῳ βεβαιωθῆναι. Τούτου δὴ χάριν καὶ τὸ «οὐ μεταμεληθήσεται» προστέθεικεν· ἐπειδὴ πολλὰ πολλάκις οἰκονομήσας ὁ τῶν ὅλων Θεὸς, μεταβολαῖς ταῦτα περιπεσεῖν συνεχώρησεν. Οὕτω τὴν Ἰουδαίων ἱερωσύνην καὶ πεποίηκε, καὶ κατέπαυσεν. Οὕτω τὴν βασιλείαν ἐκείνην καὶ κατέστησε, καὶ κατέλυσεν· οὕτω τὴν Ἀσσυρίων, καὶ Βαβυλωνίων, καὶ Μακεδόνων βασιλείαν καὶ γενέσθαι συνεχώρησε, καὶ λυθῆναι προσέταξε. Ταύτην μέντοι τὴν ἱερωσύνην αἰώνιον εἶναι βουλόμενος, ὠμωμοκέναι φησὶν, ὡς οὐ μεταμεληθήσεται. Ἀνθρωπίνως δὲ ταῦτα εἴρηκε· τοῦ πάθους γὰρ τὸ Θεῖον ἀμύητον, πάθος δὲ καὶ ἡ μεταμέλεια. Ὁ δὲ Μελχισεδὲκ, οὐκ Ἰουδαίων, ἀλλ' ἐθνῶν ἱερεύς. Οὕτω καὶ ὁ Δεσπότης Χριστὸς, οὐχ ὑπὲρ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁπάντων ἀνθρώπων ἑαυτὸν προσενήνοχε τῷ Θεῷ. Ἄρχεται δὲ τῆς ἱερωσύνης ἐν τῇ νυκτὶ, μεθ' ἣν τὸ πάθος ὑπέμεινεν· ἡνίκα λαβὼν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· «Λάβετε, φάγετε ἐξ αὐτοῦ· τοῦτό ἐστι τὸ σῶμά μου.» Ὡσαύτως καὶ τὸ ποτήριον κεράσας, ἔδωκε τοῖς μαθηταῖς αὑτοῦ λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.» Εὑρίσκομεν δὲ τὸν Μελχισεδὲκ, καὶ ἱερέα ὄντα, καὶ βασιλέα· τύπος γὰρ ἦν τοῦ ἀληθινοῦ ἱερέως καὶ βασιλέως· καὶ προσφέροντα τῷ Θεῷ οὐκ ἄλογα θύματα, ἀλλὰ ἄρτους καὶ οἶνον. Ταῦτα γὰρ καὶ τῷ Ἀβραὰμ προσενήνοχε, τὸ τῆς οἰκείας ἀρχιερωσύνης ἀρχέτυπον ἐν τῇ τοῦ πατριάρχου ὀσφύϊ πνευματικῶς προορῶν. Εἰ τοίνυν ἐκ Δαβὶδ ὁ Χριστὸς κατὰ σάρκα, ὁ δὲ Δαβὶδ ἐξ Ἰούδα, τὴν δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερωσύνην ἔλαβεν ὁ Χριστός· πέπαυται μὲν ἡ Λευϊτικὴ ἱερωσύνη εἰς δὲ τὴν Ἰούδα φυλὴν ἡ τῆς μείζονος ἱερω-