Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1773
Not analysed yet
σύνης εὐλογία μετέβη. Ἱερατεύει δὲ νῦν ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας Χριστὸς, οὐκ αὐτός τι προσφέρων, ἀλλὰ τῶν προσφερόντων κεφαλὴ χρηματίζων. Σῶμα γὰρ αὑτοῦ τὴν Ἐκκλησίαν καλεῖ, καὶ διὰ ταύτης ἱερατεύει ὡς ἄνθρωπος, δέχεται δὲ τὰ προσφερόμενα ὡς Θεός. Προσφέρει δὲ ἡ Ἐκκλησία τὰ τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος σύμβολα, πᾶν τὸ φύραμα διὰ τῆς ἀπαρχῆς ἁγιάζουσα. εʹ. «Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὑτοῦ βασιλεῖς.» Τοὺς δὲ νῦν ἀντιτείνοντας, καὶ θρασυνομένους ἄρχοντάς τε καὶ βασιλέας ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ παραδώσει κολάσει. Τὸ δὲ, «Κύριος ἐκ δεξιῶν σου,» ἔοικε τῷ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ ψαλμῷ, «Προωρώμην γὰρ τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.» Καὶ γὰρ ἐκεῖ ἀνθρωπίνως τοῦτο εἴρηκε, καὶ δεδήλωκε τῆς ἑνωθείσης φύσεως τὸ ἀχώριστον· καὶ ἐνταῦθα κατὰ ταυτὸν καὶ τὰ θεῖα λέγει, καὶ τὰ ἀνθρώπινα. Τὸ μὲν γὰρ, «Κάθου ἐκ δεξιῶν μου,» τῇ ἀνθρωπείᾳ φύσει πρόσφορον· τὸ δὲ, «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,» δηλωτικὸν τῆς θεότητος· τὸ δὲ, «Σὺ εἶ ἱερεὺς εἰς αἰῶνα,» πάλιν ὡς πρὸς ἄνθρωπον εἴρηται. Ὡσαύτως δὲ καὶ τὸ, «Κύριος ἐκ δεξιῶν σου,» ἀντὶ τοῦ, ἀχώριστον ἔχεις τὴν ἑνωθεῖσαν θεότητα. ϛʹ. «Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα· συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν.» Σαφέστερον ἐνταῦθα τὴν κρίσιν ἐδήλωσε καὶ ὅτι κατ' ἐκείνην τὴν ἡμέραν παντοδαπαῖς παραδώσει τιμωρίαις τοὺς δυσσεβείᾳ συνεζηκότας· καὶ κατὰ τὸν παρόντα μέντοι βίον, πολλαῖς αὐτοὺς πολλάκις παιδείαις ὑπέβαλε, τὴν οἰκείαν δύναμιν τοὺς ἀγνοοῦντας διδάσκων. ζʹ. «Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν.» Πολλῇ, φησὶν, ἐνανθρωπήσας εὐτελείᾳ χρήσεται, ὥστε καὶ τοῖς κατὰ τὴν ὁδὸν εὑρισκομένοις ὕδασι θεραπεύειν τὸ δίψος. Δοκεῖ δέ μοι καὶ ἑτέραν βαθυτέραν ἔχειν ἡ προφητεία διάνοιαν. Ποτήριον ἔθος αὐτῷ τὸ πάθος καλεῖν· «Πάτερ γὰρ, ἔφη, εἰ δυνατὸν, παρέλθῃ τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ·» χειμάῤῥουν δὲ τοὺς Ἰουδαίους καλεῖ, θείας μὲν χάριτος τετυχηκότας, οὐκ ἀεὶ δὲ ταύτης ἀπολαύσαντας. Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἀένναον ἔχει τὴν τῶν ὑδάτων φορὰν, ἀλλὰ ἐκ τῶν τικτομένων ἐκ τῶν νεφῶν συνίσταται ὑετῶν· οὕτως Ἰουδαῖοι πρόσκαιρον ἔσχον τοῦ νόμου τὴν χάριν, οἷον ἀπό τινων νεφῶν τῶν προφητῶν χορηγουμένην. Μετὰ δὲ ταῦτα τοῦ θέρους φανέντος, κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Ἐπάρατε γὰρ, φησὶ, τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ βλέπετε εἰς τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν·» ἀναγκαίως ὁ χειμάῤῥους τῆς