Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1776
Not analysed yet
προτέρας εὐπορίας ἔρημος μεμένηκε, καὶ ξηρὸς ὁρᾶται πάσης ἰκμάδος ἐστερημένος. Ἐπειδὴ τοίνυν Ἰουδαῖοι τὸν σταυρὸν ἐτεκτήναντο, ποτήριον δὲ καλεῖ τὸ πάθος ὁ Κύριος, εἰκότως ὁ προφήτης ταῦτα προθεωρῶν εἴρηκεν· «Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται.» Ὁδὸν δὲ τὸν βίον καλεῖ. Μαρτυρεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα, «Διὰ τοῦτο ὑψώσει κεφαλήν.» Τούτῳ δὲ ὅμοιον καὶ ὁ ἀπόστολος εἴρηκε Παῦλος· «Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε.» Δῆλον δὲ ὡς ἀνθρωπίνως καὶ τοῦτο τέθεικεν. Ὡς γὰρ Θεὸς, οὐ ταπεινὸς ὢν ὑψώθη, ἀλλ' ὕψιστος ὢν ἐταπείνωσεν ἑαυτόν· ὡς δὲ ἄνθρωπος, ὃ μὴ εἶχεν ἔλαβεν. ΕΡΜΗΝ. ΤΟΥ ΡΙʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἀμμανῖται, καὶ Μωαβῖται, καὶ Ἰδουμαῖοι, πλῆθος ὅτι μάλιστα πλεῖστον συναγαγόντες, ἐπεστράτευσαν πάλαι ποτὲ τῇ Ἰούδα φυλῇ. Ἐβασίλευσε δὲ τηνικαῦτα ταύτης Ἰωσαφὰτ, ἀνὴρ ἐπ' εὐσεβείᾳ μαρτυρούμενος, τῶν ἐκ Δαβίδ. Οὕτως τῶν πολεμίων τὸ πλῆθος μαθὼν, μετὰ παντὸς τοῦ λαοῦ προσελήλυθε τῷ Θεῷ, τὴν ἄμαχον ἐπικουρίαν αἰτῶν· καὶ δὴ καὶ τὴν αἴτησιν ἔλαβε. Παρηγγύησε γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς καταθαῤῥῆσαι τῶν πολεμίων, ὡς αὐτοῦ στρατηγοῦντος. Ἡμέρας τοίνυν ἀρχομένης, ἐκινήθησαν κατ' ἀλλήλων οἱ πολέμιοι, καὶ σφᾶς αὐτοὺς ὡς ἐναντίους διέφθειραν, ὥστε μηδένα τὸν ὄλεθρον ἐκεῖνον διαφυγεῖν. Τοῦτο ἔκ τινος σκοπιᾶς θεασαμένη τῶν Ἰουδαίων ἡ στρατεία, ἔδραμεν ὡς ἐφ' ἕτοιμον θήραν, ἐσκύλευσε δὲ τοὺς πολεμίους, καὶ μετὰ πολλῆς ἐπανῆλθε τῆς περιουσίας. Καὶ ὡς διδάσκει τῶν Παραλειπομένων ἡ ἱστορία, μετὰ μουσικῶν ὀργάνων εἰσῆλθον εἰς τὸν θεῖον νεὼν, τὸν τῆς νίκης χορηγὸν ἀνυμνοῦντες. Ταῦτα προορῶν ὁ προφήτης τόνδε συνέγραψε τὸν ψαλμὸν, οἷόν τινα ὕμνον ὑπὸ τοῦ εὐσεβοῦς Ἰωσαφὰτ προσφερόμενον· ὕμνου δὲ καὶ ἡ ἐπιγραφή· τὸ γὰρ Ἀλληλούϊα, ὡς καὶ ἤδη ἡρμηνεύκαμεν, Αἰνεῖτε τὸν Κύριον, ἐπὶ τῇ Ἑλλάδι φωνῇ. Σημαίνει γὰρ τὸ Ἀλληλοὺ, αἰνεῖτε, τὸ δὲ ἴα, Κύριον, ἢ τὸν ὄντα. αʹ. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.» Ἀπὸ πάσης σοι διανοίας, Δέσποτα, προσφέρω τὸν χαριστήριον ὕμνον. «Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ.» Οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ σὺν ἐμοὶ τῶν εὐσεβῶν ὁ σύλλογος. Κατ' ἐκεῖνον γὰρ τὸν καιρὸν τῆς τῶν εἰδώλων πλάνης ὁ λαὸς ἠλευθέρωτο, τοῦ βασιλέως ἅπαντας ἐκπαιδεύοντος τὴν εὐσέβειαν. Βουλὴν τοίνυν εὐθέων τὸ σύστημα προσαγορεύει τῶν εὐσεβῶν. βʹ. «Μεγάλα τὰ ἔργα Κυρίου.» Τῷ ὄντι γὰρ θαυμαστὰ, καὶ ἀξιάγαστα, τὰ ὑπὸ τῆς αὐτοῦ δυνάμεως ἐνεργούμενα. «Ἐξεζητημένα εἰς πάντα τὰ