Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1777
Not analysed yet
θελήματα αὐτοῦ.» Ποιεῖ μὲν ὅσα βούλεται, ἕκαστον δὲ τῶν γινομένων σοφίας ὑπάρχει μεστὸν, καὶ παρὰ πάντων τὴν εὐφημίαν ἐφέλκεται. γʹ. «Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ.» Ἅπαντα τὰ ὑπ' αὐτοῦ γινόμενα, καὶ ἡ δημιουργία, καὶ ἡ οἰκονομία, καὶ μεγαλοφυῆ, καὶ ὑπερφυῆ, καὶ τῆς παρὰ πάντων ἀνθρώπων ὑμνῳδίας ἄξια. Ἐξομολόγησιν ἐνταῦθα τὴν εὐχαριστίαν καλεῖ. «Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὐδὲν ἄδικον τῶν γινομένων, ἀλλὰ πάντα τῷ δικαίῳ κοσμεῖται· δι' αἰῶνος γὰρ ταύτῃ χρώμενος πρυτανεύει τὰ σύμπαντα. δʹ. «Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὑτοῦ.» Ἐπειδὴ προφανῶς εἰργάσατο τῶν πολεμίων τὸν ὄλεθρον. Ταυτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν προγόνων πεποίηκε, ποτὲ μὲν τοὺς Αἰγυπτίους συγκαλύψας, ἄλλοτε δὲ τοὺς Ἀμαληκίτας τῇ ἐκτάσει Μωσέως χειρῶν κατακοντίσας· καὶ Χαναναίους, καὶ Χετταίους, καὶ τὰ ἄλλα ἔθνη, δι' Ἰησοῦ τοῦ Ναυῆ καταλύσας. Ἀνάμνησιν τῶν θαυμασίων ἐκάλεσε τῶν πολεμίων τὴν τιμωρίαν· ἀντὶ τοῦ· Τὰς πολυθρυλλήτους σου θαυματουργίας, τὰς ψευδεῖς παρὰ τοῖς ἀπίστοις νομιζομένας, ἔδειξας ἀληθεῖς τῇ νέᾳ θαυματουργίᾳ, καὶ ἀνέμνησας ἡμᾶς ὧν ἐπὶ τῶν ἡμετέρων εἰργάσω προγόνων. «Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος. [εʹ] Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν.» Τὴν τροφὴν, θήραν οἱ ἄλλοι εἶπον ἑρμηνευταί. Ἀληθῆ δὲ ἀμφότερα. Καὶ γὰρ ὡς ἐπὶ θήραν ἕτοιμον ἔδραμον ἐπὶ τῶν πολεμίων τὸν πλοῦτον, καὶ τροφὴν ἐκεῖθεν ἱκανὴν ἐπορίσαντο. «Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· Θήραν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν, μνημονεύων αἰωνίου συνθήκης αὑτοῦ. Τῶν γὰρ πρὸς τοὺς πατέρας γεγενημένων ὑποσχέσεων ἄληστον ἔχει τὴν μνήμην, καὶ δι' ἐκείνην ἡμῖν μεταδίδωσι τῶν ἀγαθῶν. ϛʹ, ζʹ. «Ἰσχὺν ἔργων αὑτοῦ ἀνήγγειλε τῷ λαῷ αὑτοῦ· τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.» Μᾶλλον ἡμῖν ἐναργῶς τὴν οἰκείαν ἔδειξε δύναμιν, τὸν τῶν ἐχθρῶν ἡμῖν δωρησάμενος πλοῦτον. Οὐ γὰρ μόνον ἡμᾶς τῆς παρ' ἐκείνων ἠλευθέρωσε λώβης, ἀλλὰ καὶ τὴν ἐκείνων περιουσίαν εἰς τὰς ἡμετέρας μετατέθεικεν οἰκίας. «Ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις.» Οὐκ ἀδίκως δὲ, ἀλλὰ καὶ λίαν ἐνδίκως ταῦτα εἰργάσατο. Οὐδὲν γὰρ ἡμῖν ἐγκαλεῖν ἔχοντες, καταλῦσαι παντελῶς ἐπειράθησαν. Ἀληθῆ τοίνυν καὶ δικαίαν κατ' αὐτῶν ἐξενήνοχε ψῆφον. ηʹ. «Πισταὶ αἱ πᾶσαι ἐντολαὶ αὐτοῦ· ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.» Νομοθετῶν ὁ Θεὸς τὴν οἰκείαν εὐμένειαν τοῖς φυλάττουσι τὸν νόμον ὑπέσχετο. Τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι ἀψευδεῖς αἱ περὶ τῆς τῶν ἐντολῶν φυλακῆς ὑποσχέσεις, καὶ οἱ ταῦτα