Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1780
Not analysed yet
πληροῦν προαιρούμενοι τῆς αὐτοῦ προμηθείας διηνεκῶς ἀπολαύουσι. Καὶ γὰρ ἡμεῖς γνησίως αὐτὸν ἱκετεύσαντες κρείττους τῶν δυσμενῶν ἀπεφάνθημεν. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. θʹ. «Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὑτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὑτοῦ.» Αἱ γὰρ τοῦ Θεοῦ ὑποσχέσεις οὐ μόνον τὸ ἀψευδὲς, ἀλλὰ καὶ τὸ διαρκὲς ἔχουσιν. «Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.» Τοῖς μὲν γὰρ πιστεύουσιν ἅγιον, καὶ τριπόθητον καὶ πηγάζον τῶν ἀγαθῶν τὴν φοράν· τοὺς δὲ ἀπιστοῦντας, καὶ παρανομίᾳ συζῶντας, κολάζει καὶ τιμωρεῖται. ιʹ. «Ἀρχὴ σοφίας φόβος Κυρίου.» Ἀναγκαῖον τοίνυν αὐτὸν δεδιέναι καὶ τρέμειν. Τοῦτο γὰρ πρῶτον τῆς θείας διδασκαλίας στοιχεῖον. Σοφίαν γὰρ οὐ τὴν εὐγλωττίαν λέγει, ἀλλὰ τὴν τῶν θείων ἐπίγνωσιν. Εἰσαγωγικοῖς τοίνυν ὁ φόβος· τῶν δὲ τελείων τῆς ἀγάπης ἡ κτῆσις. «Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν.» Οὐκ ἀρκεῖ γὰρ εἰς τελείωσιν ἡ γνῶσις, ἀλλὰ χρῄζει ἡ θεωρία τῆς πράξεως, καὶ προσήκει τὸν τῆς θείας ἠξιωμένον συνέσεως τοῖς ἔργοις τὴν γνῶσιν κοσμεῖν, καὶ διὰ ταύτης θεραπεύειν τὸν τῆς συνέσεως χορηγόν. «Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἀκολούθως καὶ τοῦτο προστέθεικε, διδάσκων ὡς ὁ τῆς ἀρετῆς ἐραστὴς αὐτὸς τὸ ἐντεῦθεν πορίζεται κέρδος. Ὁ γὰρ Θεὸς, κἂν μηδεὶς ὑμνεῖν ἐθέλει, αἰώνιον ἔχει τὸν ὕμνον καὶ διαρκῆ. Τοῦτον μέντοι τὸν ψαλμὸν κατὰ στοιχεῖόν φασιν Ἑβραίοις γεγράφθαι, καὶ κατὰ τὴν τῶν στοιχείων ἀκολουθίαν συγκεῖσθαι. Καὶ ὁ μετ' αὐτὸν δὲ ὁμοίως σύγκειται. ΕΡΜΗΝ. ΤΟΥ ΡΙΑʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνον καλεῖ καὶ τοῦτον τὸν ψαλμὸν ἡ ἐπιγραφή· διδασκαλίαν δὲ εὐσεβείας τοῖς βουλομένοις προσφέρει. αʹ. «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.» Ὁ ταύτῃ τῇ εὐλαβείᾳ κοσμούμενος, καὶ τὸ θεῖον περικείμενος δέος, πᾶσαν αὑτοῦ τὴν βουλὴν εἰς τὴν τῶν θείων λογίων ἐκπλήρωσιν μετατίθησι, καὶ σὺν πάσῃ προθυμίᾳ πληροῦν ταῦτα ἐπείγεται. Εἶτα δείκνυσι τὸν τῶν τοιούτων σπερμάτων καρπόν. βʹ. «Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.» Ἐπειδὴ γὰρ τοῦτο ἀξιέραστον ἐδόκει τοῖς τηνικάδε ἀνθρώποις, τοῦτο τοῖς φυλάττουσι τὰς ἐντολὰς δώσειν ὑπισχνεῖται τὸ δῶρον. Καὶ δὴ καὶ ἔδωκε, διὰ μὲν τὸν Ἀβραὰμ τῷ Ἰσραὴλ, διὰ δὲ τὸν Δαβὶδ τοῖς ἐξ αὐτοῦ, καὶ διὰ τὸν Ἰσραὴλ τοῖς ἐκγόνοις, καὶ ταῦτα παρανόμοις γεγενημένοις. «Γενεὰ εὐθέων εὐλογηθήσεται.» Οἱ γὰρ ἰσότητος καὶ δικαιοσύνης ἐπιμελούμενοι τῆς θείας εὐλογίας δρέψονται τοὺς καρπούς.