Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1781
Not analysed yet
γʹ. «Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ.» Καὶ ταύτας ὡς πρὸς ἀτελεῖς ἔτι, καὶ τῶν τελείων ἐπαΐειν οὐ δυναμένους, ποιεῖται τὰς ὑποσχέσεις. Τοὺς γὰρ τελείους ὁ Δεσπότης Χριστὸς τἀναντία διδάσκει, λέγων· «Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μὴ ὑποδήματα, μηδὲ ῥάβδον.» Καὶ πάλιν· «Ἐὰν μή τις ἀποτάξηται πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ, οὐ δύναταί μου εἶναι μαθητής. «Καί· «Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς.» Ἀλλ' ὅμως ταῦτα νομοθετῶν, ἐκεῖνα τοῖς ἀτελέσι καὶ ὑπισχνεῖται, καὶ δίδωσιν. Οὕτω τῷ Σολομῶντι καὶ πλοῦτον καὶ δόξαν προστέθεικεν. Οὕτω τοῖς υἱοῖς Ἰσραὴλ τὸν τῶν Αἰγυπτίων ἐδωρήσατο πλοῦτον. «Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἄληστον γὰρ ὁ τῶν ὅλων Θεὸς ἔχει τὴν μνήμην, καὶ ἀείμνηστον αὑτοῦ διαφυλάττει τὸ κλέος. δʹ. «Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς ἔθνεσιν.» Σκότος ποτὲ μὲν τὴν ἄγνοιαν, ποτὲ δὲ τὰς συμφορὰς ὀνομάζει, καὶ φῶς δὲ ὡσαύτως νῦν μὲν τὴν γνῶσιν, νῦν δὲ τῶν κακῶν τὴν ἀπαλλαγὴν προσαγορεύει. Λέγει τοίνυν, ὅτι καὶ ἀγνοοῦσιν ὑποδείξει τὴν ἀλήθειαν, καὶ ἐν τῇ τῶν λυπηρῶν προσβολῇ τὴν οἰκείαν ἐπικουρίαν ὀρέξει. Οὕτω τὸν Ἰωσὴφ ἐκ τῆς τῶν ἀδελφῶν μιαιφονίας ἐξήρπασεν, οὕτως αὐτὸν τῆς συκοφαντίας ἀπέφηνε κρείττονα· οὕτω τῆς Σάῤῥας ἁρπαγείσης ὤρεξε τῷ Ἀβραὰμ τὴν οἰκείαν ῥοπήν· οὕτω τὸν Λάβαν ἐξεδειμάτωσε, καὶ τὸν φεύγοντα τοῦ διώκοντος δυνατώτερον ἔδειξε. Τῆς θείας τοίνυν δυνάμεως καὶ τοῦτο τεκμήριον, τὸ γυμνασίας μὲν εἵνεκα συγχωρεῖν προσβάλλειν τοῖς δικαίοις τὰ λυπηρὰ, διαλύειν δὲ τούτων τὸ νέφος, καὶ καθαρὰν αἰθρίαν χαρίζεσθαι. «Ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος.» Ταῦτα δὲ πρυτανεύει δικαιοσύνῃ, καὶ ἐλέῳ, καὶ ἀγαθότητι χρώμενος. Κήδεται μὲν γὰρ ὡς φιλάνθρωπος, στεφανοῦν δὲ τοὺς δικαίους βουλόμενος, συγχωρεῖ τοὺς ἀγῶνας, λύει δὲ τούτους ὅτι τάχιστα διὰ τὴν ἀμέτρητον ἀγαθότητα. εʹ. «Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων, καὶ κιχρῶν· οἰκονομήσει τοὺς λόγους αὑτοῦ ἐν κρίσει.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἀγαθὸς, χαριστικὸς, καὶ κιχρῶν, οἰκονομῶν τὰ πράγματα αὑτοῦ μετὰ κρίσεως. Ὁ γὰρ τὸν οἰκεῖον δεσπότην μιμούμενος φιλοτίμως θεραπεύει τοὺς ὁμοδούλους· οἰκτείρων μὲν, ὡς τῆς φύσεως κοινωνὸς, κιχρῶν δὲ, ὡς τὴν ἔκτισιν παρὰ τοῦ κοινοῦ προσμένων Δεσπότου. Οὐδὲν δὲ ὁ τοιοῦτος ἀδιακρίτως ἐργάζεται, ἀλλ' ὀρθῶς χρώμενος λογισμῷ, καὶ τοὺς λόγους καὶ τὰ ἔργα κοσμεῖ.