Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1784
Not analysed yet
ϛʹ. «Ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται.» Βεβαίαν γὰρ ὁ τοιοῦτος ἔχει τὴν γνώμην, οὐδεμίαν τροπὴν δεχομένην ἐν ταῖς τῶν καιρῶν δυσκολίαις. ζʹ. «Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.» Πολυθρύλλητος δὲ ὁ τοιοῦτος ἔσται, καὶ παρὰ πᾶσιν ἀοίδιμος, καὶ ἀείμνηστον καταλείψει τὸ κλέος. «Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται.» Οὔτε δὲ ἀπειλὰς δείσει, οὔτε ἀγγελίας φόβον ἱκανὰς ἐμποιῆσαι. «Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κυρίου.» Ὁ δὲ Σύμμαχος τὴν ἑτοίμην πάλιν ἑδραίαν ἡρμήνευσεν. Ἑδραίαν ἔχει, φησὶ, καὶ βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα, καὶ διὰ τοῦτο τῶν τοιούτων θορύβων καταφρονεῖ. ηʹ. «Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὑτοῦ.» Οὐ γὰρ μόνον οὐ δέδιε τοὺς δυσμενεῖς, ἀλλὰ καὶ τὴν ἐκείνων ἧτταν διὰ τὴν εἰς Θεὸν ἐλπίδα προσμένει. θʹ. «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Τούτων ἕκαστον διδασκαλίαν ἀρετῆς τοῖς βουλομένοις προσφέρει. Λέγει δὲ, ὅτι ὁ τῇ εὐλαβείᾳ καὶ τῷ θείῳ φόβῳ κοσμούμενος οὐχ ἁπλῶς τοῖς δεομένοις ὀρέγει τὸν ἔλεον, ἀλλὰ μετὰ πολλῆς φιλοτιμίας τοῦτο ποιεῖ, καὶ μιμεῖται τοὺς σπείροντας ἀφειδῶς τὰ σπέρματα, καὶ σκεδαννύντας διὰ τὴν τῶν δραγμάτων ἐλπίδα. Παραπλησίως γὰρ καὶ οὗτος τῆς δικαιοσύνης προσμένει τὸ κέρδος. «Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.» Κέρας τὴν ἰσχὺν καλεῖ ἐκ μεταφορᾶς τῶν ζώων τῶν καθωπλισμένων τοῖς κέρασι, καὶ τούτοις ἀμυνομένων τοὺς ἐπιόντας. Λέγει τοίνυν ὅτι καὶ δυνατὸς καὶ περίβλεπτος ἔσται ὁ τῆς ἀρετῆς κεκτημένος τὸν πλοῦτον. ιʹ. «Ἁμαρτωλὸς ὄψεται, καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὑτοῦ βρύξει, καὶ τακήσεται, ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.» Οἱ δὲ κακίᾳ συζῇν προαιρούμενοι, τῶν δικαίων ὁρῶντες τὴν περιφάνειαν, τακήσονται μὲν τῷ φθόνῳ, καὶ τῆς μιαιφονίας τυρεύσουσι μηχανάς· διαμαρτήσονται δὲ τῶν βουλευμάτων, καὶ τῆς ἐπιθυμίας οὐκ ἀπολαύσουσιν. Ἄδικος γὰρ αὕτη καὶ λίαν θεομισής. ΕΡΜΗΝ. ΤΟΥ ΡΙΒʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἕτερος ὕμνος καὶ οὗτος εἰς ὠφέλειαν συγγεγραμμένος, καὶ ἐγείρων τοὺς ἀνθρώπους εἰς ὑμνῳδίαν τοῦ εὐεργέτου. αʹ. «Αἰνεῖτε, παῖδες, Κύριον.» Παῖδας ἐνταῦθα οὐ τοὺς νέους, ὥς τινες ὑπέλαβον, ἀλλὰ τοὺς δούλους καιεῖ. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμαχος, καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· καὶ ὁ Ἑβραῖος Ἀβδὴ λέγει. Οὕτω δὲ καὶ ὁ Σύρος. Καὶ τὸ αἰνεῖτε ὁ Ἑβραῖος Ἀλληλούϊα εἶπεν· ὡς εἶναι δῆλον ὅτι Ἀλληλούϊα, Αἰνεῖτε Κύριον ἑρμηνεύεται.