Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1785
Not analysed yet
«Αἰνεῖτε τὸ ὄνομα Κυρίου. [βʹ] Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.» Προσήκει, φησὶν, ὑμᾶς δούλους ὄντας, καὶ ἀπὸ τοῦ Θεοῦ τὸ εἶναι λαβόντας, ὑμνεῖν αὐτοῦ τὸ ὄνομα, κἂν ἀγνοῆτε τὴν φύσιν. Ἔχει μὲν γὰρ τὴν εὐλογίαν καὶ τὴν εὐφημίαν ἄναρχον καὶ ἀήττητον. Τὸ γὰρ, «ἀφὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος» δηλοῖ τοῦτο. Δεῖ δὲ ὅμως καὶ ἡμᾶς, οἷα δὴ ποιητῇ, προσφέρειν τὸν χαριστήριον ὕμνον. γʹ. «Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου.» Τὴν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς τοῖς ἔθνεσι παρασχεθεῖσαν θεογνωσίαν ὁ ψαλμὸς προεθέσπισε. Πάλαι μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς οὐδὲ παρὰ πάντων Ἰουδαίων ὑμνεῖτο, ἀλλὰ παρ' ὀλίγων τῶν εὐσεβείᾳ συζώντων· μετὰ δὲ τὴν ἐκ Παρθένου γέννησιν, καὶ τὸ σωτήριον πάθος, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κηρύκων τῆς ἀληθείας, «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν,» καὶ ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Τοῦτο καὶ δι' ἑτέρου προφήτου ὁ τῶν ὅλων ἔφη Θεός· «Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Συνῳδὰ δὲ τούτοις καὶ ἡ πνευματικὴ μελῳδία θεσπίζει. δʹ. «Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.» Ἅπαντα γὰρ τὰ ἔθνη μεμάθηκεν ὡς αὐτός ἐστιν ὕψιστος, καὶ Θεὸς, καὶ τῶν ἁπάντων δημιουργὸς, καὶ ὑπὸ τῶν οὐρανίων ἀγγέλων ἀνυμνούμενος. εʹ. «Τίς ὡς ὁ Κύριος ὁ Θεὸς ἡμῶν;» Πολλάκις τοῦτο ἡ θεία Γραφὴ λέγει. Καὶ γὰρ ὁ μακάριος Μωϋσῆς τοῦτο λέγει· «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;» Τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις; Καὶ ὁ μακάριος Δαβὶδ, ὅτι «Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;» Καὶ πάλιν, ὅτι «Τίς Θεὸς παρὲξ τοῦ Κυρίου, ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;» Διὰ πάντων δὲ τούτων τὸ ἀσύγκριτον τοῦ Θεοῦ τῶν ὅλων μανθάνομεν, καὶ ὅτι οὐδὲν τῶν ὄντων παραβληθῆναι δύναται τῇ τοῦ Θεοῦ φύσει, ἢ δυνάμει, ἢ ἐνεργείᾳ. «Ὁ ἐν ὑψηλοῖς οἰκῶν, [ϛʹ] Καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ.» Τοῖς οὐρανοῖς γὰρ ἐνδιαιτᾶσθαι δοκῶν ἐποπτεύει τὰ σύμπαντα, καὶ οὐδὲν ἀτημέλητον τῶν ὄντων ἐᾷ. ζʹ, ηʹ. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· τοῦ καθίσαι αὐτὸν μετὰ