Ancient Greek · ~5 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1788
Not analysed yet
ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ.» Ταῦτα καὶ ἡ μακαρία εἴρηκεν Ἄννα, τὸν χαριστήριον ὕμνον ὑφαίνουσα τῷ Θεῷ. Ὁρῶμεν δὲ αὐτὰ διηνεκῶς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενα. Οὕτω τὸν μακάριον Δαβὶδ ποιμένα ὄντα βασιλέα πεποίηκεν· οὕτω τὸν Ἰωσὴφ εἰς δουλείαν μεταπεσόντα ἐπὶ τὸν βασιλικὸν κεκάθικε θρόνον· οὕτω τὸν Μωϋσέα προβατέα γινόμενον δημαγωγὸν ἀπέφηνε τοῦ λαοῦ, καὶ Θεὸν ἐχειροτόνησε τοῦ Φαραώ· οὕτω τὰ ἔθνη, τὰ τῇ πτωχείᾳ τῆς ἀσεβείας δουλεύοντα, καὶ τῇ κόπρῳ τῆς ἁμαρτίας ἐπικαθήμενα, τῶν τῷ Ἰσραὴλ δεδωρημένων ἠξίωσεν ἀγαθῶν· οὕτω τὴν ἀνθρωπείαν φύσιν εἰς αὐτὸν καταπεσοῦσαν τὸν τοῦ θανάτου πυθμένα ἀνέλαβε, καὶ ἀνήγαγε, καὶ ἐκάθισεν ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. θʹ. «Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.» Καὶ τοῦτο ὡσαύτως ἔστιν ἰδεῖν καὶ ἐπ' ἀνθρώπων συμβαῖνον. Καὶ γὰρ καὶ τὴν Σάῤῥαν, καὶ τὴν Ῥεβέκκαν, καὶ τὴν Ῥαχὴλ, καὶ τὴν Ἄνναν, καὶ τοῦ Σαμψὼν τὴν μητέρα, καὶ τὴν Ἐλισάβετ, στερίφας οὔσας, μητέρας παίδων ἀπέφηνεν. Κυριώτερον δὲ τοῦτο καὶ ἀληθέστερον ἐπὶ τῆς Ἐκκλησίας ἔστιν ἰδεῖν· στεῖραν γὰρ ταύτην οὖσαν πάλαι, καὶ ἄπαιδα, μητέρα πεποίηκεν, ἐπὶ τέκνοις ἀναριθμήτοις εὐφραινομένην, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.»