Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1789
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΡΙΓʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνος καὶ οὗτός ἐστι τὰς Ἰουδαίοις ὑπὸ τοῦ Θεοῦ παρασχεθείσας εὐεργεσίας διεξιὼν, καὶ τὴν τοῦ Θεοῦ δύναμιν διηγούμενος, καὶ τῶν εἰδώλων κωμῳδῶν τὴν ἀσθένειαν. Ἁρμόττει δὲ καὶ οὗτος ὁ ὕμνος τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ τῆς τῶν εἰδώλων πλάνης ἀπηλλαγμένοις· μανθάνουσι γὰρ ὅσον τὸ μέσον τῶν οὐκ ὄντων πρὸς τὸν ὄντα Θεόν. αʹ, βʹ. «Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.» Τῆς Αἰγύπτου, φησὶ, τὸν Ἰσραὴλ ὁ Δεσπότης ἐλευθερώσας, καὶ τῆς τῶν ἀλλοφώνων ἐκείνων καὶ βαρβάρων ἀπαλλάξας δουλείας, λαὸν μὲν τοῦτον οἰκεῖον ἀπέφηνεν, ἐν δὲ τῇ Ἰουδαίᾳ τὸν νεὼν τὸν οἰκεῖον ἐδείματο. Ἁγίασμα γὰρ τοῦτον ἐκάλεσεν. γʹ, δʹ. «Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Προσωποποιεῖ τὰ εἰρημένα, καὶ τοῖς ἀψύχοις τῷ λόγῳ περιτίθησιν αἴσθησιν, τοῦ Θεοῦ κηρύττων τὴν δύναμιν. Σοῦ γὰρ, φησὶν, ἡγουμένου τοῦ λαοῦ ὑπεχώρησε μὲν ἔνθεν κἀκεῖθεν ἡ θάλασσα δείσασα, τὴν δὲ πορείαν παρέσχεν ἀκώλυτον. Ἀνεχαίτισε δὲ ὁ ποταμὸς, καὶ τῶν οἰκείων ῥευμάτων ἐπέσχε τὴν ῥύμην, καθάπερ τις λογικὸς ἐν τῇ κιβωτῷ τὴν σὴν φανταζόμενος δύναμιν· καὶ οἱ βουνοὶ, καὶ τὰ ὄρη ἐκινήθη, καὶ χορεύειν ἐδόκει, ἅτε δὴ τῶν οὐρανῶν τὸν Δεσπότην δεξάμενα· λέγει δὲ τὸ Σινᾶ ὄρος, καὶ τὸ Χωρήβ. Ἐν ἐκείνοις γὰρ ὁ Θεὸς τὴν οἰκείαν ἐπιφάνειαν ἐποιήσατο. Εἶτα καὶ πεῦσιν τοῖς προειρημένοις προσφέρει. εʹ, ϛʹ. «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων;» Καὶ ἐπειδὴ ἄλογα ἦν ἐκεῖνα, καὶ ἄψυχα, αὐτὸς ποιεῖται ὑπὲρ αὐτῶν τὴν ἀπόκρισιν. ζʹ, ηʹ. «Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.» Τούτων ἕκαστον, φησὶ, διὰ τὸν