Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1792
Not analysed yet
ἐπιφανέντα γεγένηται Κύριον. Ταύτην αἰτίαν ἔχει τῆς γῆς ὁ κλόνος, καὶ ἡ τῆς θαλάττης διαίρεσις. Αὐτὸς γὰρ καὶ τὴν ἄγονον πέτραν, τὴν πάσης ἰκμάδος ἐστερημένην, καὶ μηδὲ τομῆς διὰ τὸ στερέμνιον ἀνεχομένην, τῇ προχύσει τῶν ὑδάτων ἐπέκλυσε, πηγὰς ἐκεῖθεν ἀφθόνως ἀναδοθῆναι κελεύσας. Οὐδὲν οὖν, φησὶ, θαυμαστὸν γεγένηται. Προσέταξε γὰρ ὁ ποιητὴς, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ἀκρότομος ἀνέβλυσε πέτρα, ὁ οὐρανὸς ἐχορήγησε μάννα, οἱ ἄνεμοι τὴν ὀρτυγομήτραν συνήθροισαν, καὶ τὰ ἄλλα πάντα αὐτοῦ γεγένηται νεύσαντος. θʹ, ιʹ. «Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου, μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Ταῦτα τοῖς ἐκ περιτομῆς πάλαι ἥρμοττε λέγειν τὴν θείαν αἰτοῦσιν βοήθειαν, καὶ τῶν προτέρων ἀναμιμνήσκουσι δωρεῶν· Μὴ εἰς ἡμᾶς ἀπίδῃς, ὦ Δέσποτα, μηδὲ διὰ τὰς πολλὰς ἡμῶν πλημμελείας παρίδῃς· οἱ γὰρ τῆς τιμωρίας ἀγνοοῦντες τὸ δίκαιον, σὴν ἀσθένειαν ὑπολήψονται τὴν ἡμετέραν δουλείαν, καὶ ἐροῦσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; ιαʹ. «Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.» Καὶ ἐκεῖνοι λέγουσι, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἡμεῖς δὲ ἴσμεν ὅτι σὺ εἶ Θεὸς, ποιητὴς πάντων, οὐρανὸν οἰκητήριον ἔχων, σύμμετρον ἔχων τῇ βουλήσει τὴν δύναμιν. Εἶτα κατὰ παράθεσιν ποιεῖται τῶν εἰδώλων τὸν ἔλεγχον. ιβʹ. «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.» Σὺ μὲν γὰρ ποιεῖς ὅσα βούλει· τὰ δὲ ὑπὸ τῶν ἐθνῶν προσκυνούμενα εἴδωλα οὐ δημιουργεῖ, ἀλλὰ δημιουργεῖται, καὶ ἀπὸ μὲν τῆς ὕλης ἔχει τὸ τίμιον· ἐκ χρυσοῦ γὰρ καὶ ἀργύρου κατασκευάζεται καὶ χρωμάτων, ἀπὸ δὲ τῆς τέχνης τὴν εὐμορφίαν κομίζεται. Ἀργυροχόοι γὰρ καὶ χρυσοχόοι ταῦτα κατασκευάζουσι, καὶ ζωγράφοι. Ἀπὸ ὕλης τοίνυν καὶ τέχνης τὴν σύστασιν ἐρανίζονται. Εἶτα διὰ πλεῖον αὐτῶν τραγῳδεῖ τὴν ἀσθένειαν, λέγων·