Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1793
Not analysed yet
ιγʹ—ιεʹ. «Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται. Χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν.» Τῶν αἰσθητηρίων. φησὶ, τὰς μὲν εἰκόνας περίκεινται, τῆς δὲ ἐνεργείας ἐστέρηνται. Εὐτελέστεροι τοίνυν οὐ μόνον τῶν ποιούντων, ἀλλὰ καὶ τῶν σμικροτάτων ζωϋφίων εἰσί· μυῖαι γὰρ, καὶ κώνωπες, καὶ τὰ τούτων σμικρότερα, τῶν αἰσθητηρίων ἔχουσι τὴν ἐνέργειαν· βλέπουσι γὰρ καὶ ἀκούουσι, καὶ πέτανται, καὶ βαδίζουσιν· οἱ δὲ ὡς θεοὶ προσκυνούμενοι, οὐδὲ τὴν τῶν ὀλίγων καὶ σμικρῶν ζώων ἐνέργειαν ἔχουσιν. ιϛʹ. «Οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὑτῶν.» Ἐπειδὴ γὰρ οἱ δι' αὐτῶν ἐνεργοῦντες δαίμονες, καὶ ταῖς ψευδέσι χρώμενοι μαντείαις, οὐ διὰ τῶν ἀψύχων ταύτας εἰδώλων, ἀλλὰ διὰ τῶν λογικῶν ἀνθρώπων προσέφερον, ἢ διὰ συμβόλων τινῶν τινὰ κατεμήνυον, εἰκότως ἔφη· «Οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὑτῶν.» Ἀκίνητα γὰρ καὶ ἄψυχα εἴδωλα παντελῶς. ιζʹ. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.» Ἀλλ' ἐκείνοις μὲν ὁμοιωθεῖεν καὶ οἱ προσκυνοῦντες, καὶ οἱ δημιουργοῦντες. Τοὺς γὰρ λόγῳ τετιμημένους, καὶ εἰς τοσαύτην ἀλογίαν ἐκπεπτωκότας, δίκαιον τῶν ὑπ' αὐτῶν προσκυνουμένων τὴν ἀναισθησίαν λαβεῖν. ιηʹ, ιθʹ. «Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.» Ἐκεῖνοι μὲν ζημίαν, ἀλλ' οὐ κέρδος ἐκ τῆς τούτων ἐδρέψαντο προσκυνήσεως· ὁ δὲ τοῦ Ἰσραὴλ οἶκος τὴν εἰς τὸν ὄντα Θεὸν ἐλπίδα κτησάμενος, τῆς παρ' αὐτοῦ προνοίας ἀπολαύει διηνεκῶς. Κατὰ διαίρεσιν δὲ τὴν μνήμην ἐποιήσατο, τὴν ἱερωσύνην ταύτῃ τιμῶν, καὶ διδάσκων τοὺς τηνικαῦτα, πόση πρὸς τοὺς ἄλλους ἡ τῶν ἱερέων διαφορά. κʹ. «Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.» Ἕτερον τοῦτο τάγμα παρὰ τὰ πρότερα. Διδάσκει δὲ ὁ λόγος, ὅτι κἂν μὴ τὴν τῆς ἱερωσύνης τις ἀξίαν ἔχει μηδὲ τὴν Ἰσραηλιτικὴν συγγένειαν περίκειται, τῷ δὲ θείῳ φόβῳ κοσμούμενος ἐπιμελεῖται τῆς ἀρετῆς τῆς ἴσης καὶ αὐτὸς παρὰ τοῦ Θεοῦ τῶν ὅλων τεύξεται προμηθείας. Ἦσαν δὲ καὶ πάλαι παρὰ Ἰουδαίοις τοιοῦτοι πολλοὶ, ἐκ μὲν τῆς Ἀβραμιαίας οὐ βλαστήσαντες ῥίζης, ἐξ ἑτέρων δὲ προσελθόντες ἐθνῶν, προσήλυτοι προσαγορευόμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. Καὶ νῦν δὲ τὰ ἔθνη οὐκ ἔχει τοῦ Ἀβραὰμ τὴν κατὰ σάρκα συγγένειαν, τοῦ δὲ Ἀβραὰμ τὴν πίστιν κτησάμενα, τέκνα χρηματίζει τοῦ Ἀβραάμ.