Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1796
Not analysed yet
καʹ, κβʹ. «Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς, εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών. Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον.» Τὴν αὐτὴν καὶ ἐνταῦθα διαίρεσιν ἐποιήσατο, καὶ τῆς ἐλπίδος ὑπέδειξε τὸν καρπόν· εὐλογίαν γὰρ τῇ ἐλπίδι συνέζευξε, καὶ ταύτης ἔφη μεταδόσθαι οὐ μόνον τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἀαρὼν, ἀλλὰ καὶ τοῖς φοβουμένοις αὐτόν. Εἶτα πάλιν ἡλικιῶν καὶ ἀξιωμάτων ποιεῖται τὴν διαίρεσιν. «Τοὺς μικροὺς μετὰ τῶν μεγάλων.» Οὐ γὰρ μόνον τοὺς νέους, ἀλλὰ καὶ τοὺς γεγηρακότας· οὐδὲ μόνον τοὺς πλούτῳ κομῶντας, ἀλλὰ καὶ τοὺς πενίᾳ συζῶντας· οὐδὲ μόνον τοὺς τῇ ἐλευθερίᾳ κοσμουμένους, ἀλλὰ καὶ τοὺς τῆς δουλείας τὸν ζυγὸν ἕλκειν ἠναγκασμένους. κγʹ. «Προσθείη Κύριος ἐφ' ὑμᾶς, ἐφ' ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν.» Τοῖς τὴν θείαν ἐλπίδα κεκτημένοις τὴν αὔξησιν καὶ τὸ πλῆθος ὁ προφητικὸς ἐπεύχεται λόγος. κδʹ. «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τεύξεσθε δὲ τούτου πάντως, φησὶν, ἅτε δὴ παρὰ τοῦ ποιητοῦ τῶν ὅλων τὴν εὐλογίαν δεξάμενοι. κεʹ. «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων.» Αὐτὸς μὲν γὰρ ἐνδιαίτημα ἔχει τὸν οὐρανὸν, οὐ τὸν ὁρώμενον τοῦτον, ἀλλὰ τὸν τούτου ὑπέρτερον, ὃν οὗτος ὄροφον ἔχει, καθάπερ τοῦτον ἡμεῖς. Ἐνδιαιτᾶται δὲ τῷ οὐρανῷ τῶν ὅλων ὁ Κύριος, οὐ περιγεγραμμένην ἔχων τὴν φύσιν, ἀλλὰ τοῖς ἐκεῖ πολιτευομένοις τῶν ἁγίων ἀγγέλων χαίρων χοροῖς. Τὴν μέντοι γῆν τῷ γένει τῶν ἀνθρώπων ἀπένειμεν. Οὐ τοίνυν Ἰουδαίων προμηθεῖται μόνον, ἀλλὰ καὶ πάντων ἀνθρώπων, οἷς καὶ τὴν γῆν οἰκητήριον δέδωκεν. κϛʹ, κζʹ. «Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾄδου. Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.» Νεκροὺς ἐκάλεσε τοὺς τοῖς ἀψύχοις εἰδώλοις δουλεύοντας· τί γὰρ ἐκείνων ἀναισθητότερον; Ζῶντας δὲ, τοὺς τὸν ζῶντα Θεὸν προσκυνοῦντας, οἷς τὸν θεῖον ἀπεκλήρωσεν ὕμνον. Πρὸς δὲ τούτῳ διδάσκει, ὡς σὺν πάσῃ προθυμίᾳ προσήκει τοὺς θεραπεύοντας τὸν Θεὸν ἀνυμνεῖν αὐτὸν ἔτι ζῶντας, ὡς τοῦ θανάτου τοῦτο ποιεῖν κωλύοντος· διὰ τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.» ΕΡΜΗΝ. ΤΟΥ ΡΙΔʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Πολλαῖς καὶ παντοδαπαῖς ὁ τοῦ Σελεύκου Ἀντίοχος, ὁ ἐπίκλην Ἐπιφανὴς, Ἰουδαίους περιέβαλε συμφοραῖς· καὶ τοὺς μὲν ῥᾳστώνῃ συ-