Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1797
Not analysed yet
ζῶντας παραβῆναι τὸν θεῖον παρεσκεύασε νόμον. Οἱ δὲ τῆς εὐσεβείας ἐρασταὶ τοὺς ὑπὲρ ταύτης ἀγῶνας προθύμως ἀναδεξάμενοι, τῶν καλλινίκων στεφάνων ἀπήλαυσαν. Ταύτην αὐτῶν τὴν ἀνδρείαν ἡ παροῦσα μελῳδία προλέγει. Διηγεῖται δὲ κατὰ ταυτὸν καὶ τὰς τῶν ἀλγεινῶν προσβολὰς, καὶ τὴν παρασχεθεῖσαν αὐτοῖς παρὰ τοῦ Θεοῦ τῶν ὅλων ῥοπήν. αʹ, βʹ. «Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆ, τῆς δεήσεώς μου. Ὅτι ἔκλινε τὸ οὖς αὑτοῦ ἐμοί.» Αὐτοὺς ταῦτα λέγειν ἡ προφητεία διδάσκει, ὅτι Πάντων μοι τὰ θεῖα θυμηρέστερα, καὶ ἀξιεραστότερόν μοι τῶν ἄλλων τὸ τὸν Θεὸν θεραπεύειν· δέχεται γάρ μου τὰς δεήσεις, καὶ τῆς οἰκείας ῥοπῆς ἀξιοῖ. «Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.» Οὗ δὴ χάριν, παρὰ πάντα μου τὸν βίον καὶ ὑμνῶν αὐτὸν διατελέσω, καὶ τὴν παρ' αὐτοῦ συμμαχίαν αἰτήσω. Εἶτα διηγεῖται τὸ πλῆθος τῶν ἀλγεινῶν. γʹ. «Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.» Κυρίως ὠδῖνες καλοῦνται αἱ πρὸ τοῦ τόκου τῆς τικτούσης ὀδύναι. Τοιγαροῦν ἐκ τῆς μεταφορᾶς ταύτης ὠδῖνες ᾅδου προσαγορεύονται, αἱ αὐτῷ πελάζειν τῷ θανάτῳ παρασκευάζουσαι συμφοραί. Λέγει τοίνυν, ὅτι πολλοῖς καὶ παντοδαποῖς περιστοιχηθεῖσι δεινοῖς, ὡς παρ' αὐτὸν γενέσθαι τὸν θάνατον, καὶ αὐτὰς καταλαβεῖν τοῦ ᾅδου τὰς πύλας. «Θλίψιν καὶ ὀδύνην εὗρον. [δʹ] Καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.» Ἀλλ' οὐκ εἰς ἀνάπαυλαν ἐμαυτὸν ἐξέδωκα, καὶ ῥᾳστώνην, τούτοις περιπεσὼν, οὔτε εἰς τὰς ἄλλας τοῦ βίου ψυχαγωγίας ἐμαυτὸν προενήνοχα, ἀλλὰ θρήνοις καὶ δάκρυσι κεχρημένος, καὶ διηνεκῶς ποτνιώμενος τὴν θείαν ἐξῄτουν βοήθειαν. Τοῦτο δὲ ἀκριβέστερον ἐκ τῆς τῶν Μακκαβαίων ἱστορίας μάθοι τις ἄν. Εἰς γὰρ τὴν ἔρημον ἀποδράσαντες οἱ τρόφιμοι τῆς εὐσεβείας, καὶ λιμῷ, καὶ δίψῃ πιεζόμενοι, τὸν Θεὸν ἠντιβόλησαν, καὶ τῆς παρ' αὐτοῦ βοηθείας ἀπήλαυσαν. «Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.» Ταῦτα, φησὶ, ποτνιώμενος ἔλεγον· Ἐπάμυνον, ὦ Δέσποτα, καὶ τῶν ἐπικειμένων κακῶν τὰς ἡμετέρας ψυχὰς ἐλευθέρωσον. ᾜδειν μέντοι προσευχόμενος, ὅτι τεύξομαι τῆς αἰτήσεως, τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν τῇ πείρᾳ μεμαθηκώς. Τοῦτο γὰρ ἐπήγαγεν· εʹ. «Ἐλεήμων ὁ Κύριος, καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.» Τὰς γὰρ τοῦ ἐλέους πηγὰς τοῖς ἀνθρώποις προσχέει· ἔχει δὲ καὶ δικαιοσύνην, τοὺς ἀδικοῦντας κολάζει μεταμελείᾳ χρήσασθαι μὴ βουλομένους. Δὶς μέντοι τοῦ ἐλέους μνημονεύσας, ἅπαξ τῆς δικαιοσύνης ἐμνήσθη. Νικᾷ γὰρ ἡ τοῦ Θεοῦ φιλανθρωπία τῆς δικαιοσύνης τὴν ψῆφον. ϛʹ. «Φυλάσσων τὰ νήπια ὁ Κύριος.» Τοσαύτην