Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1800
Not analysed yet
γὰρ πάντων ἀνθρώπων ποιεῖται κηδεμονίαν, ὅτι καὶ τὰ βρέφη πάσης ἀξιοῖ προμηθείας. Καὶ οὐ μόνον τεχθέντων ἐπιμελεῖται, ἀλλὰ καὶ αὐταῖς ταῖς νηδύσι τῶν μητέρων ἐπικρυπτόμενα, καὶ ὕδασι δυσωδέσιν ἐννηχόμενα, καὶ ἐν ζοφώδει, καὶ ἐν στενῷ καθειργμένα χωρίῳ διατηρεῖ, καὶ σώζει, καὶ τελεσιουργεῖ, καὶ εἰς φῶς ἐξάγει, καὶ τὰς τοῦ γάλακτος ὀρέγει πηγὰς, καὶ τῶν ἐπιβουλευόντων δαιμόνων ἐλευθεροῖ, καὶ συλλήβδην εἰπεῖν, πατρικῆς μεταδίδωσι προμηθείας. Οὐχ ἁπλῶς δὲ τὴν τούτων ὁ προφητικὸς λόγος ἐποιήσατο μνήμην, ἀλλὰ διδάσκων, ὡς οὐκ ἀμείβεται μόνον ὁ τῶν ὅλων Θεὸς τοὺς τῶν δικαίων καρποὺς, ἀλλὰ καὶ ἄρχει τῆς εὐεργεσίας, καὶ δημιουργεῖ τοὺς οὐκ ὄντας, καὶ διαπλάσας ἐπιμελεῖται, καὶ μετὰ τὴν τελείαν ἡλικίαν ἀναμένει τοὺς τῆς δικαιοσύνης καρποὺς, καὶ πάλιν τότε ταῖς εὐεργεσίαις τοὺς ἀγαθοὺς ἐπικλύζει. «Ἐταπεινώθην, καὶ ἔσωσέ με.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἠτόνησα καὶ ἔσωσέ με. Εἰ γὰρ τὰ νήπια τὰ μηδέπω τὴν αὐτοῦ γνῶσιν δεξάμενα τοσαύτης παρ' αὐτοῦ τυγχάνει κηδεμονίας, πολλῷ μᾶλλον τοῖς εἰλικρινῶς αὐτὸν ἐπικαλουμένοις μεταδίδωσι σωτηρίας. Αὐτίκα τοίνυν ἡμᾶς ταῖς συμφοραῖς ταπεινωθέντας ἰδὼν τῆς οἰκείας ἐπικουρίας ἠξίωσεν. ζʹ. «Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε.» Παραθαῤῥύνουσιν ἑαυτοὺς, καὶ παραθήγουσιν εἰς ἀνδρείαν, τῶν θείων εὐεργεσιῶν ὑποδεικνύντες τὸ πλῆθος, καὶ διδάσκουσι σφᾶς αὐτοὺς, ὅτι κἂν τὸν ὑπὲρ εὐσεβείας καταδέξωνται θάνατον, εἰς τὸν θυμήρη καὶ ἄλυπον μετατεθήσονται βίον. Ἀνάπαυσιν γὰρ ἐκεῖνον ἐκάλεσε. Δηλοῖ δὲ τοῦτο καὶ τὰ ἐπιφερόμενα. ηʹ, θʹ. «Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.» Χώραν δὲ ζώντων, οὐ τὸν παρόντα βίον καλεῖ, ἐν ᾧ θρῆνοι, καὶ ὀδυρμοὶ, καὶ νόσοι, καὶ θάνατοι, καὶ ἁμαρτίαι, καὶ συμφοραὶ, ἀλλὰ τὸν τούτων ἁπάντων ἀπηλλαγμένον βίον, ἐν ᾧ ἀταλαίπωρος τῆς ἀρετῆς ἡ κτῆσις, καὶ δίχα πόνων ὁ τῆς δικαιοσύνης προσγίνεται πλοῦτος. Οἱ γὰρ μετὰ πόνων ἐνταῦθα τοῦτον θελόμενοι συναγεῖραι, πολλαπλασιάσουσιν αὐτὸν πόνων χωρίς· τὸν χαριστήριον τοίνυν ὕμνον προσφέρουσιν, ὡς τῶν μὲν ὀφθαλμῶν τοῦ δακρύειν ἀπαλλαγέντων, τῶν δὲ ποδῶν τὸν ὀλισθηρὸν βίον διαφευγόντων, τῆς δὲ ψυχῆς διαδράναι δυνηθείσης τῆς ἁμαρτίας τὸν θάνατον· καὶ διδάσκουσι σφᾶς αὐτοὺς ἐνεγκεῖν γενναίως τὰς τῶν ἀλγεινῶν προσβολὰς, καὶ τοῦ θανάτου καταφρονῆσαι, ὡς ζωῆς ἀλύπου διαδεχομένης τὸν θάνατον.