Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1801
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΡΙΕʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἑβραῖος καὶ οἱ λοιποὶ ἑρμηνευταὶ, καὶ μέντοι καὶ ὁ Σύρος, τοῦτον τοῖς προτεταγμένοις συνάπτουσι· καὶ γὰρ τῆς αὐτῆς ἔχεται διανοίας· καὶ τὸν ἔννατον διχῆ διελόντες, τῇ τῶνδε τῶν ψαλμῶν συναφῇ τὸν ἴσον τῶν ψαλμῶν φυλάττουσιν ἀριθμόν. Τὴν αὐτὴν δὲ ὅμως ὑπόθεσιν ἔχει. Οἱ γὰρ τῆς τῶν ζώντων χώρας ἐκεῖ μνημονεύσαντες, καὶ τοῦτο τεθεικότες ἀκροτελεύτιον, ἐνταῦθα ἀρχόμενοι λέγουσιν· αʹ. «Ἐπίστευσα, διὸ ἐλάλησα.» Οὐ γὰρ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἐκείνην ἐθεασάμην τὴν χώραν, ἀλλὰ κατάδηλόν μοι ταύτην ἡ πίστις πεποίηκεν. «Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. [βʹ] Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.» Ὁ δὲ Ἀκύλας οὕτως· Ἐγὼ εἶπα ἐν τῷ θαμβεῖσθαί με· Πᾶς ἄνθρωπος διάψευσμα. Ὁ δὲ Θεοδοτίων· Πᾶς ἄνθρωπος ἐκλείπει. Ὁ δὲ Σύμμαχος· Καὶ εἶπον ἀδημονῶν· Πᾶς ἄνθρωπος διαψεύδεται. Οὐχ ἁπλῶς δὲ πάσας τέθεικα τὰς ἑρμηνείας, ἀλλὰ δεῖξαι βουλόμενος, ὡς τὴν ἀνθρωπίνην εὐημερίαν ψεῦδος καλεῖ, διαῤῥέουσαν ὅτι τάχιστα, καὶ διαρκὲς οὐδὲν ἔχουσαν. Τὴν γὰρ ἀθρόαν ταύτην, φησὶ, μεταβολὴν θεασάμενος, καὶ τῆς προτέρας ἡμῶν ἀναμνησθεὶς εὐκληρίας, καὶ τὰς ἐπαλλήλους ὁρῶν συμφορὰς, εἶπον ἀδημονῶν, Μόνιμον οὐδὲν, οὐδὲ σταθερόν· ἀλλὰ διαψεύδεται, καὶ τῆς ἐλπίδος διαμαρτάνει, τοῖς παροῦσιν ὡς διαρκέσι θαῤῥῶν. Τοῦτο μὲν ἐν τῷ τριακοστῷ καὶ ὀγδόῳ ἔφη ψαλμῷ· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.» Ταῦτα καὶ ὁ σοφὸς παιδευθεὶς Σολομὼν, καίτοι διὰ πάσης εὐημερίας ὁδεύσας, τῆς τῶν ἀνθρωπίνων πραγμάτων φυσιολογίας ἁψάμενος, τοῦτο προοίμιον τέθεικε· «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» γʹ. «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;» Πολλαῖς καὶ διαφόροις εὐεργεσίαις περικλυζόμενος, οὐκ οἶδα τίσι τὸν εὐεργέτην ἀμείψομαι. Οὐχ ἁπλῶς δὲ τοῦτο τῷ προτέρῳ συνῆψεν· ἀλλὰ διδάσκει, ὅτι καὶ ἐν ταῖς ποικίλαις τοῦ βίου μεταβολαῖς τὴν οἰκείαν τοῖς ἀνθρώποις ὁ τῶν ὄλων Θεὸς ἐπικουρίαν ὀρέγει, καὶ παντοδαπὴν τοῖς ἀθυμοῦσι προσφέρει παραψυχήν. Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος· «Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· ὅτι καθὼς πε-