Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1804
Not analysed yet
ρισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.» Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.» δʹ. «Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.» Προσήκει τοίνυν θαῤῥαλέως τὸν ὑπὲρ αὐτοῦ καταδέξασθαι θάνατον, καὶ ταύτην δοῦναι τῆς παντοδαπῆς εὐεργεσίας ἀντίδοσιν. Ποτήριον γὰρ σωτηρίου τὸν ὑπὲρ τῆς εὐσεβείας προσηγόρευσε θάνατον. Οὕτω γὰρ αὐτὸν Κύριος ὀνομάζει. «Πάτερ γὰρ, φησὶν, εἰ δυνατὸν παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ.» Καὶ τῇ ξυνωρίδι τῶν ἀποστόλων τὴν κοινωνίαν αἰτησάσῃ τῆς βασιλείας, οὕτως ἔφη· «Δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πιεῖν;» Τοῦτο τοίνυν καὶ ἐνταῦθα οἱ γενναῖοι καὶ ἄριστοι τῆς εὐσεβείας ἀγωνισταὶ, φησὶν, αὐτοῖς δρᾶσαι παρακελεύονται· ταύτην δὲ πληροῦσι τὴν ὑπόσχεσιν τῶν ὁμοφύλων ὁρώντων, ὅπως ἂν καὶ αὐτοὺς εἰς τὸν ὅμοιον παραθήξωσι ζῆλον. Εἶτα δεικνύουσι τὸν τούτου θανάτου καρπόν. εʹ, ϛʹ. «Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Εἰ δὲ Θεῷ τίμιος, τίνι τῶν ὁσίων οὐ σεβάσμιος; ζʹ. «Ὦ Κύριε, ἐγὼ δοῦλος σός· ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου.» Ἐὰν μὲν οὖν ἀξιάγαστον ἐκεῖνον ὑπομείνωμεν θάνατον, τῆς παρὰ τοῦ Θεοῦ τιμῆς καὶ δόξης ἀπολαυσόμεθα, καὶ ἀείμνηστον καταλείψομεν κλέος. Εἰ δὲ κρείττους τῶν πολεμίων γινόμενοι, τὴν ἐκείνων σκεδάσωμεν φάλαγγα, τὸν χαριστήριον ὕμνον τῷ Δεσπότῃ προσοίσομεν, τὴν δουλείαν ὁμολογοῦντες, καὶ ταύτην ἔχειν ἐκ προγόνων αὐχοῦντες. Οἱ μὲν γὰρ ἀνθρώποις δουλεύειν ἠναγκασμένοι ἐλευθέρους ἐσχηκέναι προγόνους ἔστιν ὅτε σεμνύνονται· οἱ δὲ εὖνοι θεραπεύσαντες τοῦ Θεοῦ τὴν ἐκ προγόνων ἔχειν ὁμολογοῦσι δουλείαν, μεγίστην τὴν τοιαύτην δουλείαν εὔκλειαν εἰκότως εἶναι πιστεύοντες. «Διέῤῥηξας τοὺς δεσμούς μου.» Τῶν πολλῶν μου καὶ διαφόρων συμφορῶν ἠλευθέρωσας. ηʹ—ιʹ. «Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ.» Ἀπαλλαγεὶς δὲ τῶν συμφορῶν, οὐκ ἔσομαι περὶ τὰς εὐεργεσίας ἀγνώμων, ἀλλὰ τὴν τῆς αἰνέσεως ἀποδώσω σοι θυσίαν, καὶ τὸν χαριστήριον ὕμνον ἐκτίσω, πάντων ὁρώντων τῶν ὁμοφύλων, καὶ τὴν ἐντεῦθεν