Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1805
Not analysed yet
ὄνησιν καρπουμένων. Προσοίσω δὲ τὴν λογικὴν ταύτην ἱερουγίαν ἐν τῷ καθιερωμένῳ τῷ ὀνόματί σου νεῷ. Ἔστι τοίνυν καὶ ἐντεῦθεν καταμαθεῖν, ὡς καὶ τοῦ νόμου κρατοῦντος, οἱ πνευματικώτερον τῷ νόμῳ προσεσχηκότες τὰς λογικὰς θυσίας τῶν ἀλόγων προετίμων θυμάτων, τὴν καινὴν διαθήκην σκιογραφοῦντες. Εἰδέναι δὴ προσήκει, ὡς καὶ πᾶσι τοῖς καλλινίκοις μάρτυσιν ἑκάτερος ἁρμόττει ὁ ψαλμός· ὁ γὰρ αὐτὸς καὶ τούτων κἀκείνων σκοπός· κἀκεῖνοι γὰρ ὑπὲρ τοῦ νόμου, καὶ τοῦ νομοθέτου, τὸν ἀξιάγαστον ὑπέμειναν θάνατον, καὶ οὗτοι τῆς παρούσης ζωῆς τὴν ὑπὲρ τοῦ σεσωκότος καὶ τὸν θάνατον καταλύσαντος προείλοντο τελευτήν. ΕΡΜΗΝ. ΤΟΥ ΡΙϛʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνος καὶ οὗτος πᾶσιν ἀνθρώποις ἁρμόττων. Παρακελεύεται γὰρ ἡ χάρις τοῦ Πνεύματος τοὺς τῆς σωτηρίας τετυχηκότας ὑμνῆσαι τὸν εὐεργέτην. αʹ. «Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη.» Κατὰ ταυτὸν ἅπαντας εἰς χορείαν καλεῖ· ἅπασι γὰρ τοῖς ἔθνεσιν, οὐχ Ἕλλησι μόνοις, καὶ Ῥωμαίοις, ἀλλὰ καὶ πᾶσι βαρβάροις, τὰς τῆς σωτηρίας ἐχορήγησεν ἀφορμὰς, τοῖς ἱεροῖς ἀποστόλοις διακόνοις τῆς εὐεργεσίας χρησάμενος. «Πορευθέντες γὰρ, ἔφη, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Τούτῳ πειθόμενοι τῷ νόμῳ, πᾶσαν γῆν καὶ θάλασσαν ἔδραμον, καὶ ὁ μὲν Ἰνδοὺς, ὁ δὲ Αἰγυπτίους, ὁ δὲ Αἰθίοπας προσήγαγε τῷ Χριστῷ. Ὁ δὲ μακάριος Παῦλος διδάσκει συντόμως, ὅσοις ἔθνεσι προσενήνοχε τὰ θεῖα κηρύγματα, «ὥστε ἀπὸ Ἱερουσαλὴμ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.» Οὐ γὰρ εὐθεῖαν ὁδὸν ὁδεύων, ἀλλὰ τὰ ἐν μέσῳ ἔθνη διακείμενα περινοστῶν, τὰ σωτήρια προσέφερε δόγματα. «Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπὶ ἀλλότριον θεμέλιον οἰκοδομῶ· ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν.» Ὕστερον μέντοι καὶ τῆς Ἰταλίας ἐπέβη, καὶ εἰς τὰς Σπανίας ἀφίκετο, καὶ ταῖς ἐν τῷ πελάγει διακειμέναις νήσοις τὴν ὠφέλειαν προσήνεγκε. Ῥωμαίοις μὲν γὰρ ἐπιστέλλων ἔφη· «Ἐλπίζω γὰρ διαπορευόμενος εἰς τὰς Σπανίας δι' ὑμῶν διελθεῖν, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.» Τῷ θαυμασίῳ δὲ Τίτῳ γράφων φησίν· «Διὰ τοῦτο κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην.» Οὕτως ὁ Ἰωάννης ὁ πάνυ τὴν Ἀσίαν τῆς προτέρας ἠλευθέρωσεν ἀσεβείας· οὕτως ὁ θεσπέσιος Ἀνδρέας τὴν Ἑλλάδα ταῖς τῆς