Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1808
Not analysed yet
θεογνωσίας ἀκτῖσι κατηύγασεν· οὕτως ὁ θειότατος Φίλιππος Φρυγῶν ἑκατέρων τὴν πλάνην διήλεγξεν οὕτως ὁ μέγας Πέτρος ἀπὸ τῆς Ἱερουσαλὴμ μέχρι τῆς Ῥωμαίας ἔδραμε πόλεως, ἅπασι προσφέρων τὰς τῆς ἀληθείας ἀκτῖνας. Οὕτως ἅπαντες πᾶσαν τὴν οἰκουμένην περινοστήσαντες, καὶ τὸν τῆς ἀγνοίας ἀπεσκέδασαν γνόφον, καὶ τὸν τῆς δικαιοσύνης ὑπέδειξαν ἥλιον. Εἰκότως τοίνυν ὁ προφητικὸς λόγος πάντα τὰ ἔθνη τῷ Θεῷ τὸν ὕμνον προσφέρειν παρεγγυᾷ, ἐπειδὴ πάντα τῆς σωτηρίας ἀπήλαυσαν. «Ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί.» Εἰς ἅπασαν πάλαι προδιεσπάρησαν Ἰουδαῖοι τὴν οἰκουμένην, τὸν ἕνα σέβειν δεδιδαγμένοι Θεόν. Ἐπειδὴ τοίνυν οὐκ ἔτι μόνην ᾤκουν τὴν Παλαιστίνην, οὐδὲ εἰς ἕνα λαὸν ἐτέλουν ὑφ' ἑνὶ βασιλεῖ τεταγμένοι, ἀλλὰ ἐν τοῖς ἔθνεσι διεσπαρμένοι, τοῖς μὲν ἐκείνων ὑπήκουον ἄρχουσι, καθ' ἑαυτοὺς δὲ ἐπολιτεύοντο, τῇ τοῦ νόμου διαγορεύσει πειθόμενοι, εἰκότως οὐ λαὸν αὐτοὺς, ἀλλὰ λαοὺς ὀνομάζει. Πλεῖστοι γὰρ καὶ ἐκ τούτων τὸ θεῖον ἐδέξαντο κήρυγμα. Ἐν μὲν γὰρ Ἱεροσολύμοις τρισχίλιοι καὶ πεντακισχίλιοι κατὰ ταὐτὸν ὑπὸ τῶν ἁλιέων ἐσαγηνεύθησαν. Καὶ πολλαὶ δὲ μετὰ ταῦτα μυριάδες ἐγένοντο, ἔφησεν ὁ θεῖος Ἰάκωβος. Καὶ ἐν Συρίᾳ δὲ, καὶ Κιλικίᾳ, καὶ Λυκαονίᾳ, καὶ Πισιδίᾳ, καὶ Ἀσίᾳ, καὶ Παμφυλίᾳ, καὶ ἐν τοῖς λοιποῖς ἅπασιν ἔθνεσιν, προτέροις Ἰουδαίοις προσέφερον οἱ ἀπόστολοι τὰ θεῖα κηρύγματα. Καὶ οἱ μὲν ἐπίστευον, καὶ τῆς ἀληθείας ἀπήλαυον, οἱ δὲ ταῖς ὀνησιφόροις διδασκαλίαις ἀντέλεγον. Εἰκότως τοίνυν ὁ προφητικὸς λόγος καὶ τούτους ὑμνεῖν τὸν εὐεργέτην παρακελεύεται· τούτους γὰρ ὀνομάζει λαούς. βʹ. «Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς.» Ἐλέῳ γὰρ μόνῳ χρησάμενος, τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ Σωτῆρος ἡμῶν ἐπεφάνη Θεοῦ, οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν ἃς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως.» Καὶ πάλιν· «Χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον.» Καὶ ἑτέρωθι· «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγὼ, ἀλλ' ἐλεήθην.» Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. Εἰκότως τοίνυν ὁ προφητικὸς ἔφη λόγος, ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς. «Καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.» Ἣν γὰρ διὰ τῶν ἁγίων προφητῶν ὑπέσχετο, δέδωκε σωτηρίαν. Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος τῶν πρὸς Ῥωμαίους γραμμάτων ἀρξάμενος, «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς