Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1809
Not analysed yet
Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις.» Καὶ πάλιν· «Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.» Ἐπειδὴ τοίνυν πεπλήρωκε τὰς ὑποσχέσεις ὁ τῶν ὅλων Θεὸς, καὶ ἣν ὑπέσχετο, δέδωκε σωτηρίαν, καὶ ἠνέῳξεν ἅπασι τὰς τοῦ ἐλέους πηγὰς, καὶ ἡμεῖς οἱ ἐξ Ἰουδαίας προσελθόντες, καὶ ὑμεῖς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, σύμφωνον ὑμνῳδίαν κεράσαντες τὸν εὐεργέτην ἀμείψασθε. ΕΡΜΗΝ. ΤΟΥ ΡΙΖʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνος καὶ οὗτός ἐστιν ὑπὸ τῶν τῆς σωτηρίας ἀπολελαυκότων τῷ Θεῷ προσφερόμενος. Ἰουδαῖοι μὲν γὰρ μετὰ τὴν ἐπάνοδον, τῶν πλησιοχώρων ἁπάντων κατὰ ταυτὸν ἀθροισθέντων, φθονούντων αὐτοῖς τῆς προτέρας εὐημερίας, καὶ μέντοι καὶ ἔθνη ἕτερα καὶ βάρβαρα συναγειράντων, εἶτα θεηλάτοις ἀναλωθέντων πληγαῖς κατὰ τὴν Ἰωὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Μιχαίου, καὶ Ζαχαρίου προφητείαν, τοῦτον τὸν ὕμνον χαριστήριον προσφέρουσι τῷ Θεῷ. Ἐπειδὴ δὲ ἐν ἐκείνοις προεγράφετο τὰ ἡμέτερα, μᾶλλον ἁρμόττει τοῖς ἐξ ἐθνῶν πεπιστευκόσιν ἡ ὑμνῳδία· οἳ παρὰ πολλῶν καὶ ἀρχόντων καὶ ἀρχομένων, δήμων καὶ δημαγωγῶν, καὶ βασιλέων καὶ στρατηγῶν, διωχθέντες, καὶ στρεβλωθέντες, καὶ αἰκισθέντες, καὶ μυρία θανάτου ὑπομείναντες εἴδη, κρείττους τῶν πολεμούντων ἐδείχθησαν. Καὶ τούτοις μέντοι κἀκείνοις ἡ τοῦ πνεύματος χάρις τὴν τῆς ὑμνῳδίας διδασκαλίαν προτέθεικεν. αʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ὑμνήσατε τὸν ἀγαθὸν, καὶ τῶν ἀγαθῶν τὸν χορηγόν. Διαρκῆ γὰρ ἔχει τὸν ἔλεον, καὶ τοῦτον ἀεὶ χορηγεῖ τοῖς δεομένοις. βʹ, γʹ. «Εἰπάτω δὲ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὲ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Τούτων κατὰ διαίρεσιν μνημονεύσας, τῶν ἐξ ἐθνῶν πεπιστευκότων κοινὴν ποιεῖται τὴν μνήμην. δʹ. «Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἅπαντες, φησὶ, τοῦ Θεοῦ φιλανθρωπίαν ὑμνήσατε, καὶ οἱ ἐξ Ἰσραὴλ τὸ γένος κατάγοντες, καὶ τὴν προγονικὴν αὐχοῦντες εὐσέβειαν, καὶ οἱ ἐν αὐτοῖς τῆς ἱερωσύνης ἠξιωμένοι, καὶ οἱ ἐκ διαφόρων μὲν ὄντες ἐθνῶν, τῆς δὲ τῶν προγόνων ἀσεβείας