Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1812
Not analysed yet
ἀπαλλαγέντες. Εἷς γὰρ ὁ πάντων Θεὸς, καὶ διαφόρους πᾶσιν εὐεργεσίας προσφέρει, καὶ τοῖς αἰτοῦσιν ὀρέγει τὸν ἔλεον. Εἶτα σαφέστερον τοῦ Θεοῦ διδάσκει τὴν πρόνοιαν. εʹ. «Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν.» Οὐ γὰρ ἐκώλυσε τὴν τῶν κακῶν προσβολὴν, ἀλλ' ἔδειξε τοὺς κινδύνους, καὶ παραυτίκα τούτους ἐσκέδασε. Τοῦτο καὶ ἐν τῷ τετάρτῳ ἔφη ψαλμῷ, Ἐν θλίψει ἐπλάτυνάς μοι, ἀντὶ τοῦ, Μείζονά μοι τῆς ὀδύνης παραψυχὴν προσενήνοχας. ϛʹ, ζʹ. «Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.» Τὸν γὰρ τῶν ὅλων Δεσπότην ἐπίκουρον ἔχων, οὐ δέδια τῶν πολεμίων τὰς προσβολάς. Ἐλπίζω γὰρ, τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύων, τὸν ὄλεθρον τούτων ἰδεῖν ὅτι τάχιστα. Εἶτα τοῖς ἀγαθοῖς λογισμοῖς βεβαιοῖ τὴν γνώμην τὴν εὐσεβῆ. ηʹ, θʹ. «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄρχουσι.» Ὁ μὲν γὰρ ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ βουλόμενος ἀγαθὰ, καὶ δρᾷν δυνάμενος ὅπερ βούλεται, καὶ τὴν ἐξουσίαν ἔχων ἀνώλεθρον. Οἱ δὲ ἄνθρωποι, καὶ φύσει φθαρτοὶ, καὶ γνώμῃ τρεπτοὶ, καὶ πολλάκις μὲν οὐ βούλονται τὰ ἀγαθά· ἔστι δὲ ὅτε καὶ βουλόμενοι τοῖς ἀδικουμένοις ἐπαμύνειν οὐ δύνανται· κἂν ἄρχουσι δὲ, πρὸς καιρὸν ἔχουσι τὴν ἀρχήν· καὶ ἡ βασιλεία δὲ παρ' ἀνθρώποις ἐπίκηρος, καὶ πρὸς ὀλίγον χρόνον ἄρχουσα. Ἄμεινον τοίνυν καταλιπεῖν μὲν τὴν τῶν ἀνθρώπων ἐπικουρίαν, τὴν δὲ θείαν αἰτῆσαι βοήθειαν. ιʹ. «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» Ἡ μὲν Ἐκκλησία τὰς ἁπάντων τῶν ἐθνῶν ἐδέξατο προσβολὰς, ἡ δὲ Ἱερουσαλὴμ, οὐ πάντων, ἀλλ' ἐνίων· ἐπ' ἐκείνων τοίνυν ὑπερβολικῶς ὁ λόγος προσφέρεται, ἐπὶ δὲ τῆς Ἐκκλησίας ἀληθῶς. Οἱ γὰρ ἐν ἑκάστῳ ἔθνει πεπιστευκότες τοὺς παρὰ τῶν ἀπίστων θορύβους καὶ κινδύνους ὑπέμενον· ἀλλ' ὅμως, καὶ αὐτοὶ, κἀκεῖνοι, τῷ Θεῷ τεθαῤῥηκότες τοὺς ἀντιπάλους ἐνίκησαν. ιαʹ. «Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἐκύκλωσάν με, καὶ πάλιν περιεκύκλωσάν με, ἀντὶ τοῦ, Ἐπαλλήλοις ἐχρήσαντο προσβολαῖς, καὶ πολιορκίαις παντοδαπαῖς· ἐγὼ δὲ τῇ τοῦ Θεοῦ ἐπικλήσει φραξάμενος, τὴν ἐκείνων ἐσκέδασα φάλαγγα. ιβʹ. «Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον.» Καθάπερ, φησὶ, μέλιτται κηρίον εὑροῦσαι τὴν τοῦ μέλιτος ἐκμυζῶσιν ἰκμάδα, οὕτως οὗτοι τὴν ἐνοῦσάν