Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1813
Not analysed yet
μοι γλυκύτητα τῆς εὐσεβείας ἀφελεῖν ἐπειράθησαν. «Καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις.» Ἤλπισαν δὲ καὶ μάλα ῥᾳδίως μου περιέσεσθαι, καθάπερ τὸ πῦρ εὐπετῶς δαπανᾷ τὰς ἀκάνθας. «Καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» Ταῦτα δὲ προσδοκήσαντες διήμαρτον τῆς ἐλπίδος, τῇ ἐμῇ νικηθέντες ἐλπίδι· τὸν γὰρ ἐμὸν Δεσπότην πᾶσιν ἐκείνοις ἀντέταξα, καὶ δι' αὐτοῦ τὴν νίκην ἐκομισάμην. ιγʹ. «Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου.» Ταῦτα κἀκείνοις ἁρμόττει, καὶ τούτοις. Κἀκεῖνοι γὰρ ὄλεθρον ἂν ὑπέμειναν παντελῆ, εἰ μὴ τῆς θείας ἀπήλαυσαν χάριτος· καὶ οὗτοι ἂν ἐξέπεσαν εἰς ἀσέβειαν, μὴ τῆς θείας αὐτοὺς ὑπερεισάσης ἀρετῆς. ιδʹ. «Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.» Αὐτὸν τοίνυν ἔχομεν καὶ δύναμιν, καὶ νίκην, καὶ πηγὴν ὑμνῳδίας. Παρ' αὐτοῦ γὰρ τῶν ἀγαθῶν ἀπολαύσαντες μετ' εὐθυμίας τὸν ὕμνον προσφέρομεν. ιεʹ. «Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» Μετὰ γὰρ τὴν νίκην, τῶν προτέρων θρήνων ἀπαλλαγέντες, ἐν θυμηδίαις ἦσαν καὶ εὐφημίαις, τὸν Θεὸν ἀνυμνοῦντες. «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν. [ιϛʹ] Δεξιὰ Κυρίου ὕψωσέ με.» Δεξιὰν, καθὰ πολλάκις εἰρήκαμεν, τὴν ἀγαθὴν ἐνέργειαν λέγει. Εὖ δὲ ποιοῦντες οὐχ ἑαυτοῖς ἐπιγράφουσι τὴν νίκην, οὐδὲ τῇ οἰκείᾳ προθυμίᾳ καὶ δυνάμει θαῤῥοῦσιν, ἀλλ' ὑπὸ τῆς θείας χάριτος ταύτης τετυχηκέναι βοῶσιν. «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν. [ιζʹ] Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου.» Τῆς ἄνωθεν τοίνυν ἐπικουρίας ἀπολαύσας, καὶ κρείττων τοῦ θανάτου γενόμενος, τὰς θείας εὐεργεσίας, καὶ τοὺς ἀγνοοῦντας διδάξω, καὶ τοὺς εἰδότας ἀναμνήσω, καὶ τῇ μνήμῃ τούτων τὴν περὶ αὐτὸν ἀγάπην πυρσεύσω. ιηʹ. «Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.» Συνεχώρησε γὰρ προσβαλεῖν μοι τὰ λυπηρὰ, πατρικῶς με παιδεύων· τὸ δὲ στυγνὸν τούτων διέλυσε νέφος, καὶ τῆς ἐκεῖθέν με παντελῶς ἠλευθέρωσε λώβης. ιθʹ. «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ.» Πύλας δικαιοσύνης οὐ τὰς τοῦ ναοῦ πύλας καλεῖ, ἀλλὰ τὰς διαφόρους τῆς ἀρετῆς ἰδέας· δι' ἐκείνας γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων Θεόν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. Οἷον γάρ τινα ἀπόκρισιν δίδωσι, καί φησιν· κʹ. «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.» Οὕτω καὶ τῷ νεανίσκῳ τῷ τῆς