Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1816
Not analysed yet
αἰωνίου ζωῆς τὴν ὁδὸν ᾐτηκότι μαθεῖν, ὁ Κύριος ἔφη· «Τὰς ἐντολὰς οἶδας· Οὐ μοιχεύσεις, οὐ κλέψεις, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν;» Ταύτῃ τοι καὶ ὁ Δεσπότης ἑαυτὸν ὠνόμασε θύραν, ὡς τῆς ἀρετῆς ποδηγὸν καὶ διδάσκαλον· «Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ θύρα τῶν προβάτων· ἐάν τις δι' ἐμοῦ εἰσέλθῃ, εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.» Τοῦτο καὶ ἐνταῦθα ὁ προφητικὸς ἔφη λόγος· «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.» καʹ. «Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν.» Ὑμνῶ σε τοιγαροῦν δεξάμενόν μου τὴν δέησιν, καὶ δεδωκότα τὴν σωτηρίαν. κβʹ. «Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.» Τοῦτο, κἂν μυριάκις ἀναισχυντῶσιν Ἰουδαῖοι, ἄλλῳ προσαρμόσαι οὐ δύνανται. Εἰ γὰρ τῶν διαιρεθεισῶν πάλαι φυλῶν ἡγεμόνευσε Ζοροβάβελ, ἀλλ' οὐκ ἐπὶ πλεῖστον διήρκεσεν. Ὁ δὲ Δεσπότης Χριστὸς τοὺς δύο τοίχους, τοὺς ἀπ' ἀλλήλων ἑστῶτας ἐκ διαμέτρου, τοὺς ἐξ Ἰουδαίων φημὶ, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, τοὺς μὲν δυσσεβείᾳ δουλεύοντας, τοὺς δὲ τοῦ νόμου τὸν ζυγὸν ἕλκοντας, καὶ εἰς ἓν συναγαγὼν τὰ διεστῶτα συνέζευξε, καὶ μίαν ἐξ ἀμφοτέρων συνήρμοσεν Ἐκκλησίαν, γωνίαν τινὰ μιμησάμενος δύο τοίχους συνδέουσαν, καὶ πρὸς ἀλλήλους συνάπτουσαν. Τοῦτον μέντοι τὸν λίθον οἰκοδόμοι πάλαι ὄντες, Φαρισαῖοί τε καὶ Σαδδουκαῖοι, ἱερεῖς τε καὶ Γραμματεῖς, ἀπεδοκίμασαν, καὶ ἐσταύρωσαν· ἀλλ' «Ἐγένετο εἰς κεφαλὴν γωνίας,» ἢ, κατὰ τὸν Σύμμαχον, ἀκρογωνιαῖος. Περὶ τούτου δὲ τοῦ λίθου καὶ διὰ Ἡσαΐου τοῦ προφήτου προεθέσπισεν ὁ Θεός· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. «Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Τοῦτον εἶδε τὸν λίθον καὶ ὁ μακάριος Δανιὴλ τμηθέντα ἄνευ χειρῶν, τὸν ἀκοινώνητον τῆς Παρθένου διδασκόμενος τόκον. Τοῦτον εἶδε τὴν εἰκόνα συντρίψαντα, τουτέστι τοῦ βίου τὴν ματαιότητα, καὶ ὄρος μέγα γενόμενον, καὶ τὴν οἰκουμένην καλύψαντα. κγʹ. «Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.» Ταύτης δὲ τῆς χάριτος χορηγὸς ὁ Θεὸς, ἡμεῖς δὲ τὴν ἄῤῥητον αὐτοῦ φιλανθρωπίαν θαυμάζομεν. κδʹ. «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Ἡμέραν